Oratio I contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

45. Ἐπειδὴ δὲ αὐτὸς λέγεται  ‘ὑψῶσθαι,ʼ καὶ ὅτι ὁ Θεὸς αὐτῷ ‘ἐχαρίσατο,᾿  καὶ νομίζουσιν οἱ αἱρετικοὶ ἐλάττωμα εἶναι ἢ πάθος τῆς τοῦ Λόγου οὐσίας, ἀναγκαῖον εἰπεῖν πῶς καὶ ταῦτα λέγεται. [*](Eph. iv. 9.) Ὑψῶσθαι γὰρ λέγεται αὐτὸς ἀπὸ τῶν ‘κατωτέρων μερῶν τῆς [*](Cp. ii. 55; iii. 31; and Cyril Alex. Epist. 2 ad Nest.) γῆς,’ ἐπεὶ καὶ αὐτοῦ λέγεται ὁ θάνατος εἶναι. Αὐτοῦ δὲ λέγεται ἀμφότερα, ἐπειδὴ αὐτοῦ ἦν, καὶ οὐχ ἑτέρου, σῶμα τὸ ὑψωθὲν ἀπό τῶν νεκρῶν καὶ εἰς οὐρανοὺς ἀναληφθέν. Αὐτοῦ δὲ πάλιν ὄντος τοῦ σώματος, καὶ οὐκ ὄντος ἐκτὸς αὐτοῦ τοῦ Λόγου, εἰκότως ὑψουμένου τοῦ σώματος, αὐτὸς, ὡς ἄνθρωπος, διὰ τὸ

47
σῶμα ‘ὑψοῦσθαιʼ λέγεται. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, μὴ λεγέσθω περὶ αὐτοῦ ταῦτα· εἰ δὲ ‘ὁ Λόγος γέγονε σὰρξ,ʼ ἀνάγκη ὡς περὶ ἀνθρώπου λέγεσθαι αὐτοῦ τήν τε ἀνάστασιν καὶ τὴν ὕψωσιν, ἵνʼ ὁ μὲν θάνατος λεγόμενος αὐτοῦ λύτρον ᾖ τῆς τῶν ἀνθρώπων ἁμαρτίας, καὶ κατάργησις τοῦ θανάτου, ἡ δὲ ἀνάστασις καὶ ἡ ὕψωσις βεβαία δι᾿ αὐτὸν εἰς ἡμᾶς διαμένῃ. Ἐπ᾿  ἀμφοτέρων δὲ εἴρηκεν, ‘ὁ Θεὸς αὐτὸν ὑπερύψωσε,ʼ καὶ, ‘ὁ Θεὸς αὐτῷ ἐχαρίσατο·ʼ ἵνα καὶ ἐκ τούτου δείξῃ πάλιν, ὅτι μὴ ὁ Πατήρ ἐστιν ὁ γενόμενος σὰρξ, ἀλλʼ ὁ τούτου Λόγος ἐστὶν ὁ γενόμενος ἄνθρωπος, ὁ ‘λαμβάνων’ ἀνθρωπίνως παρὰ τοῦ Πατρὸς, καὶ ‘ὑψούμενος’ παῤ αὐτοῦ, ὥσπερ εἴρηται. Δῆλον δὲ, καὶ οὐκ ἂν ἀμφιβάλοι τις, ὅτι ἃ δίδωσιν ὁ Πατὴρ, διὰ τοῦ Υίοῦ δίδωσι. Καὶ ἔστι παράδοξον καὶ ἐκπλῆξαι δυνάμενον ἀληθῶς· ἣν γὰρ δίδωσιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς χάριν, ταύτην αὐτὸς ὁ Υἱὸς λέγεται ‘δέχεσθαι·’ καὶ τὴν ὕψωσιν, ἣν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ποιεῖ, ταύτην ὡς αὐτὸς ‘ὑψούμενόςʼ ἐστιν ὁ Υἱός. Αὐτὸς γὰρ ὁ ὢν τοῦ Θεοῦ Υἱὸς, αὐτὸς γέγονε καὶ Υἱὸς ἀνθρώπου· καὶ ὡς μὲν Λόγος, τὰ παρὰ τοῦ Πατρὸς δίδωσι· πάντα γὰρ, ἃ ποιεῖ καὶ δίδωσιν ὁ Πατὴρ, δι᾿ αὐτοῦ ποιεῖ τε καὶ παρέχει· ὡς δὲ Υἱὸς ἀνθρώπου, αὐτὸς ἀνθρωπίνως λέγεται τὰ παῤ ἑαυτοῦ δέχεσθαι, διὰ τὸ μὴ [*](iii. 40.) ἑτέρου, ἀλλʼ αὐτοῦ εἶναι τὸ σῶμα, τὸ φύσιν ἔχον τοῦ δέχεσθαι τὴν χάριν, καθάπερ εἴρηται. Ἐλάμβανε γὰρ κατὰ τὸ ὑψοῦσθαι τὸν ἄνθρωπον· ὕψωσις δὲ ἦν τὸ θεοποιεῖσθαι αὐτόν. Αὐτὸς δὲ ὁ Λόγος εἶχεν ἀεὶ τοῦτο κατὰ τὴν πατρικὴν ἑαυτοῦ θεότητα καὶ τελειότητα.

46. Τὸ μὲν οὖν παρὰ τῷ ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ [*]((2)) λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρθὴν, ἣν παρεξηγοῦνται μὲν οὗτοι, ὁ δὲ ψαλμῳδὸς δείκνυσιν εὐσεβῆ. Φησὶ γὰρ καὶ αὐτὸς, ‘ Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. [*](Ps. xliv. (xiv.) 67.) Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.’ Ἴδετε, ὦ Ἀρειανοὶ, καὶ ἐπίγνωτε κἂν ἐντεῦθεν τὴν ἀλήθειαν. ‘Μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. Εἰ δὲ ‘ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἶς, εἶς ἦν ἂν τῶν

48
μετεχόντων καὶ αὐτός· ἐπειδὴ δὲ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων, ‘ Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,ʼ τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε, τί δεῖ νοεῖν ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος αὐτός ἐστι Λόγος ἀληθινὸς, ἀπαύγασμα, καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται παῤ αὐτοῦ τῷ Πνεύματι ; Καὶ ἐνταῦθα γοῦν ‘χρίεται,᾿  οὐχ ἵνα Θεὸς γένηται· ἦν γὰρ καὶ πρὸ τούτου· [*](2 Cor. iv. 4; Col. i. 15.) οὐδʼ ἵνα βασιλεὺς γένηται· ἦν γὰρ ἀϊδίως βασιλεύων, ‘εἰκὼν’ ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν· ἀλλʼ ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγραπται. Οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς, ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς Ἰωσίας καὶ οἱ ἄλλοι· ὁ δὲ Σωτὴρ τὸ ἔμπαλιν, Θεὸς ὢν, καὶ τὴν βασιλείαν τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ ἁγίου χορηγὸς ὢν αὐτὸς, ὅμως δὲ λέγεται νῦν ‘χρίεσθαι,’ ἵνα πάλιν, ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις, καθάπερ τὸ ὑψωθῆναι καὶ τὸ ἀναστῆναι, οὕτως καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. Τοῦτο δὲ σημαίνων καὶ αὐτὸς διʼ ἑαυτοῦ ὁ Κύριος ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην εὐαγ [*](John xvii. 18, 19.) γελίῳ, ‘ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.’ Τοῦτο δὲ λέγων, ἔδειξεν ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλʼ ὁ ἁγιάζων· οὐ γὰρ παῤ ἑτέρου ἁγιάζεται, ἀλλʼ αὐτὸς ἑαυτὸν ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. Ὁ δὲ ἑαυτὸν ἁγιάζων Κύριός ἐστι τοῦ ἁγιάζειν. Πῶς οὖν τοῦτο γίνεται ; πῶς δὲ τοῦτο λέγει ἢ ὅτι, ‘Ἐγὼ Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι τὸ Πνεῦμα· καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ [*](Ib. 17.) ὄντι (‘ὁ δὲ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν’) οἱ πάντες ἁγιασθῶσιν ;’

47. Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ Λόγου γέγονεν, ἀλλʼ εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος [*](1 Cor. iii. 16.) αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθείη, Ὁὐκ

49
οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν ;ʼ Τοῦ γὰρ Κυρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην, ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρʼ αὐτοῦ λουόμενοι. Καὶ δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παῤ αὐτοῦ γινόμενοι τούτου δεκτικοί. Διὰ τοῦτο οὐδʼ ὥσπερ Ἀαρὼν, ἢ Δαβὶδ, ἢ οἱ ἄλλοι πάντες, οὕτως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἅλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησὶ, ‘Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·’ καθὼς καὶ ὁ [*](Isa. lxi.  1.) ἀπόστολος εἴρηκεν, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι [*](Acts  x. 38.) ἁγίῳ.’ Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ ‘καταβέβηκεν [*](Matt. iii. 17.) ἐπʼ αὐτὸν τὸ Πνεῦμα ;’ Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι, ‘τὸ Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται·’ καὶ, ‘ἐγὼ αὐτὸ ἀποστέλλω·’ [*](John, xvi. 14, 7.) καὶ, ‘Λάβετε Πνεῦμα ἅγιον,’ τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις [*](Ib. xx. 22.) παρέχων, ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς, λέγεται νῦν ‘ἀγιάζεσθαι,’ ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, ‘Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου·’ τοῦ δὲ [*](1 John ii. 20.) ἀποστόλου, ‘καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας [*](Eph. i. 13.) τῷ ἁγίῳ.’ Οὐκοῦν διʼ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τούτου προκοπὴ βελτιώσεως καὶ  ‘μισθὸς ἀρετῆςʼ ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται ; Εἰ μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασιλεὺς ὣν, εἰς βασιλείαν προήγετο· εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ‘ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός’ ἐστι, ποῦ εἶχε προκόψαι Θεός ; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ τοῦ Πατρός ; εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει, [*](Cp. John xvi. 14, 7.) αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ καὶ Σοφία, ὁ τῷ παῤ αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλʼ ἡ προσληφθεῖσα παῤ αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παῤ αὐτοῦ χριομένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν Κύριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παῤ αὐτοῦ, ‘Οὐ γὰρ ἀφʼ ἑαυτοῦ,’ φησὶ, ‘τὸ Πνεῦμα λαλεῖ,’ ἀλλ’ ὁ Λόγος [*](Ib. 13.)
50
ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο [*](Phil. ii. 6. 7.) τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ ἀπόστολος ἔγραψεν, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·’ οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ πρὸς ἡμᾶς, καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν· τοῦτο γὰρ παῤ αὐτοῦ σημαίνεται ἐν τῷ ψάλλειν· [*](Ps.xliv. (xlv.) 9. ) ‘σμύρνα, καὶ στακτὴ, καὶ κασία ἀπὸ τῶν ἱματίων σου.’ Παρὰ [*](John xix. 39.) δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν ‘ἦλθε φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατόν αἱ δὲ ἅπερ [*](Luke xxiv. 1. ) ἦσαν ἑτοιμάσασαι εἰς τὸν ἐνταφιασμὸν τοῦ σώματος τοῦ Κυρίου.

48. Ποία οὖν πάλιν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν ; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον ; ποῖος δὲ καὶ μισθὸς μείζων γένοιτʼ ἂν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός ; ἆῤ οὐ θεωρεῖτε ὅτι καὶ τοῦτο δι᾿ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος θνητοὺς ὄντας καὶ προσκαίρους ἡμᾶς ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσαγάγῃ ; ἆῤ οὐκ ἐρυθριᾶτε, καταψευδόμενοι τῶν θείων λογίων ; Καὶ γὰρ τοῦ Κύριου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι· καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος, (πάλιν γὰρ τὸ αὐτὸ λεκτέον·) ἐτράπη· ἀλλὰ, καθὼς γέγραπται, [*](Isa. xl. 8.) ‘ὁ Λόγος τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.᾿  Ἀμέλει ὥσπερ [*](Cp. Cyril. Alex. Epist. ad Nest. 3. 10.) πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὢν ἐχορήγει τοῖς ἀγίοις ὡς ἴδιον [*](John xx. 22.) τὸ Πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι, καὶ λέγει τοῖς μαθηταῖς, ‘Λάβετε Πνεῦμα ἅγιον·’ [*](Num. xi. 16.) καὶ Μωσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς ἑβδομήκοντα· δι᾿ [*](Ps. 1. (li.) 13.) αὐτοῦ τε ηὔχετο Δαβὶδ τῷ Πατρὶ, λέγων, ‘τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ,’ Καὶ ἄνθρωπος δὲ γενόμενος [*](John xv. 26.) ἔλεγεν, ‘ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας·’ καὶ ἔπεμψεν, ἀψευδὴς ὢν, ὁ τοῦ Θεοῦ Λόγος. Οὐκοῦν [*](Heb. xii. 8.) ‘Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶναςʼ μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων, διδοὺς μὲν ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. Οὐκ ἄρα ὁ

51
Λόγος ἐστὶν, ἧ Λόγος ἐστὶν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει· ἀλλʼ οἱ ἄνθρωποί εἰσιν, οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν ἐν αὐτῷ καὶ διʼ αὐτοῦ, Αὐτοῦ γὰρ νῦν λεγομένου ἀνθρωπίνως χρίεσθαι, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ χριόμενοι· ἐπειδὴ καὶ βαπτιζομένου αὐτοῦ, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι. Περὶ δὲ τούτων πάντων μᾶλλον ὁ Σωτὴρ φανερὸν ποιεῖ λέγων τῷ Πατρὶ, ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, [*](John xvii. 22.) ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν.’ Δι᾿  ἡμᾶς ἄρα καὶ δόξαν ᾔτει, καὶ τὸ ‘ἔλαβε,ʼ καὶ τὸ ‘ἐχαρίσατο,’ καὶ τὸ ‘ὑπερύψωσε,’ λέλεκται· ἵνʼ ἡμεῖς λάβωμεν, καὶ ἡμῖν χαρίσηται, καὶ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ ‘ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζει, ἵνʼ [*](ib. 19.) ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ.ʼ