Oratio I contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
33. Ἔδει οὖν, εἴπερ θαῤῥοῦσιν οἷς λέγουσι, τούτοις καὶ ἐπιμένειν, καὶ μὴ ποικίλως μεταποιεῖν ἑαυτούς. Ἀλλʼ οὐ θέλουσι, νομίζοντες εὐχερῶς ἅπαντα δύνασθαι, ἐὰν τῷ ὀνόματι τούτῳ σκέποντες τὴν αἵρεσιν προβάλωνται τὸ ‘ ἀγένητον·ʼ καὶ γὰρ καὶ αὐτὸ τὸ τοῦ ἀγενήτου λεξείδιον οὐ πρὸς τὸν Υἱὸν ἔχει τὴν σημασίαν, κἂν οὗτοι γογγύζωσιν, ἀλλὰ πρὸς τὰ γενητά· καὶ ὅμοιον ἄν τις ἴδοι τούτου τὸ ‘ Παντοκράτωρ, καὶ τὸ ‘ Κύριος τῶν [*](Cp. de Decr. Nic. 30.) δυνάμεων.ʼ Εἰ γὰρ τῶν πάντων ὁ Πατὴρ διὰ τοῦ Λόγου κρατεῖ καὶ κυριεύει, καὶ τὴν βασιλείαν τοῦ Πατρὸς βασιλεύει ὁ Υἱὸς, καὶ τὸ κράτος πάντων ἔχει, ὡς Λόγος καὶ ὡς εἰκὼν τοῦ Πατρὸς, εὔδηλον ὡς οὐδὲ ὧδε τοῖς πᾶσι συναριθμεῖται ὁ Υἱὸς, οὐδὲ διʼ αὐτὸν λέγεται παντοκράτωρ καὶ Κύριος, ἀλλὰ διὰ τὰ διʼ Υἱοῦ γενόμενα, ὧν καὶ κρατεῖ καὶ κυριεύει διὰ τοῦ Λόγου. Καὶ τὸ ἀγένητον ἄρα οὐ διὰ τὸν Υἱὸν, ἀλλὰ διὰ τὰ διʼ Υἱοῦ γενόμενα σημαίνεται· καὶ καλῶς, ὅτι οὐκ ἔστιν ὡς τὰ γενητὰ ὁ Θεὸς, ἀλλὰ καὶ τούτων κτίστης διὰ τοῦ Υἱοῦ καὶ δημιουργός ἐστιν. Ὥσπερ δὲ τὸ ‘ἀγένητονʼ πρὸς τὰ γενητὰ σημαίνεται, οὕτως καὶ τὸ ‘ Πατὴρ δηλωτικόν ἐστι τοῦ Υἱοῦ· καὶ ὁ μὲν ποιητὴν καὶ δημιουργὸν καὶ ἀγένητον ὀνομάζων τὸν Θεὸν, τὰ κτίσματα καὶ τὰ γενητὰ βλέπει καὶ καταλαμβάνει· ὁ δὲ τὸν Θεὸν Πατέρα καλῶν, εὐθὺς τὸν Υἱὸν νοεῖ καὶ θεωρεῖ. Διὸ καὶ θαυμάσειεν ἄν τις αὐτῶν τὴν ἐπʼ ἀσεβείᾳ φιλονεικίαν, ὅτι, καίτοι καὶ τοῦ ὀνόματος τοῦ ‘ ἀγενήτου καλὴν ἔχοντος τὴν προειρημένην διάνοιαν, καὶ δυναμένου μετʼ εὐσεβείας ὀνομάζεσθαι, αὐτοὶ κατὰ τὴν ἰδίαν αἵρεσιν προφέρουσιν ἐπʼ ἀτιμίᾳ τοῦ Υἱοῦ, οὐκ ἀναγνόντες [*](John v. 23.) ὅτι ὁ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα, καὶ ‘ὁ τὸν Υἱὸν ἀτιμάζων ἀτιμάζει τὸν Πατέρα.᾿ Εἰ γὰρ ὅλως αὐτοῖς εὐφημίας καὶ τῆς εἰς τὸν Πατέρα τιμῆς ἔμελεν, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον καὶ μεῖζον ἦν, ‘Πατέραʼ τὸν Θεὸν εἰδέναι τε καὶ λέγειν αὐτοὺς, ἢ ἐκείνως ὀνομάζειν αὐτόν. Λέγοντες μὲν γὰρ ἐκεῖνοι τὸν Θεὸν ‘ ἀγένητον,ʼ ἐκ τῶν γενομένων ἔργων αὐτὸν, καθάπερ εἴρηται, ποιητὴν μόνον καὶ δημιουργὸν λέγουσι, νομίζοντες ὅτι καὶ τὸν Λόγον ποίημα ἐκ τούτου σημαίνειν δύνανται κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν Θεὸν‘Πατέρα’ λέγων, ἐκ τοῦ Υἱοῦ τοῦτον
34. Οὐκοῦν εὐσεβέστερον καὶ ἀληθὲς ἂν εἴη μᾶλλον τὸν Θεὸν [*](De Decr. Nic. 31.) ἐκ τοῦ Υἱοῦ σημαίνειν καὶ ‘Πατέρα’ λέγειν, ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ‘ἀγένητον.’ Τοῦτο μὲν γὰρ μόνον ἕκαστον, καθάπερ εἶπον, καὶ κοινῇ πάντα τὰ ἐκ τοῦ βουλήματος τοῦ Θεοῦ διὰ τοῦ Λόγου γενόμενα ἔργα σημαίνει· τὸ δὲ ‘Πατὴρ’ ἐφʼ Υἱοῦ μόνον σημαίνεται καὶ ἵσταται, Ὅσῳ δὲ ὁ Λόγος τῶν γενητῶν διαφέρει, τοσούτῳ καὶ πλεῖον τὸ λέγειν τὸν Θεὸν ‘Πατέραʼτοῦ λέγειν ‘ἀγένητον’ διαφέροι ἄν. Καὶ γὰρ τοῦτο μὲν ἄγραπτον καὶ ὕποπτον ἅτε ποικίλην ἔχον ἐστὶ τὴν σημασίαν, ὥστε τοῦ ἐρωτωμένου περὶ αὐτοῦ εἰς πολλὰ τὴν διάνοιαν περιφέρεσθαι· τὸ δὲ ‘Πατὴῤ ἁπλοῦν καὶ ἔγγραφον, καὶ ἀληθέστερον, καὶ σημαῖνον μόνον τὸν Υἱόν ἐστι. Καὶ τὸ μὲν ‘ἀγένητον᾿ παῤ Ἑλλήνων εὕρηται τῶν μὴ γινωσκόντων τὸν Υἱόν· τὸ δὲ Πατὴῤ παρὰ τοῦ Κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. Καὶ γὰρ εἰδὼς αὐτὸς τίνος ἐστὶν Υἱὸς, ἔλεγεν,‘ Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ [*](John xiv. 10, 9.) ἐν ἐμοί ἐστι·ʼ καὶ, ‘ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·ʼ καὶ, ‘ Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ οὐδαμοῦ φαίνεται τὸν Πατέρα [*](Ib. x. 30.) καλῶν ‘ἀγένητον’ αὐτός· ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν, ‘ Ὅταν δὲ προσεύχεσθε λέγετε, Θεὲ ἀγένητε·ʼ ἀλλὰ μᾶλλον, ‘ Ὅταν δὲ προσεύχεσθε, λέγετε, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς [*](Luke xi. 2.) οὐρανοῖς.᾿ Καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησε, κελεύσας ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγεννήτου καὶ γενητοῦ, οὐδὲ εἰς ὄνομα κτίστου καὶ κτίσματος, [*](Cp. ii. 41.) ἀλλʼ ‘εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος.᾿ Οὕτω [*](Matt. xxviii, 19.) γὰρ τελειούμενοι καὶ ἡμεῖς, ἐκ ποιημάτων ὄντες, υἱοποιούμεθα λοιπὸν, καὶ τὸ τοῦ ‘Πατρὸς ᾿ δὲ ὄνομα λέγοντες, ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν αὐτῷ τῷ Πατρὶ Λόγον. Μάταιος ἄρα καὶ ἡ περὶ τῆς τοῦ ἀγενήτου λέξεως ἐπιχείρησις αὐτῶν δέδεικται, καὶ μηδὲν πλεῖον ἔχουσα ἢ μόνην φαντασίαν.
35. Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ ‘τρεπτός ἐστιν ὁ Λόγος, [*](c. 22.)
36. Οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου Θεοῦ ἂν εἴη· ‘ Ἰησοῦς γὰρ Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς [*](Heb. xiii. 8.) αἰῶνας.᾿ Καὶ ὁ μὲν Δαυῒδ ψάλλων περὶ αὐτοῦ φησι, ‘ Καὶ σὺ [*](Ps. ci. (cii.) 26-28.) κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν [*](Cp. Ep. ad Epict. 5.) σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.ʼ Ὁ δὲ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διὰ τοῦ προφήτου λέγει, ‘Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι,᾿ καὶ, ‘ οὐκ [*](Deut. xxxii. 39; mal. iii.6.) ἠλλοίωμαι.᾿ Εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς δύναται λέγειν τις εἶναι τοῦτο τὸ σημαινόμενον, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόζει τοῦτο λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον ἑαυτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν, καὶ ἕτερόν τι γεγενῆσθαι. Ἀξιοπιστότεροι δὲ οἱ ἅγιοι καὶ μᾶλλον ὁ Κύριος τῆς τῶν ἀσεβῶν κακονοίας. Καὶ γὰρ κατὰ τὸ εἰρημένον ἀνάγνωσμα τῆς ὑμνῳδίας, πάντων τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, διὰ τῆς ‘ οὐρανοῦ καὶ γῆςʼ σημασίας, τρεπτὴν καὶ ἀλλοιωτὴν ἡ γραφὴ τὴν φύσιν λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαίρουσα τούτων, δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα, καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει, δι᾿ ὦν φησι, ‘Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.᾿ Καὶ εἰκότως γε· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα, καὶ οὐκ ὄντα πρὶν γένηται, ὅλως ὅτι οὐκ ὄντα γίνεται, ἀλλοιουμένην ἔχει τὴν φύσιν· ὁ δὲ Υἱὸς, ἐκ τοῦ Πατρὸς ὢν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, ἀναλλοίωτος καὶ ἄτρεπτός ἐστιν, ὡς αὐτὸς ὁ Πατήρ. Οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τῆς ἀτρέπτου τρεπτὸν γεννᾶσθαι λόγον καὶ ἀλλοιουμένην σοφίαν. Πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν ; ἢ πῶς ἔτι Σοφία τὸ ἀλλοιούμενον ; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκὸς, οὕτως εἶναι [*](Cp. iv. 2.) θέλουσιν, ὡς ἐν ἰδιαζούσῃ τινὶ οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν