Oratio I contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
29.‘ Ἀλλʼ ἰδοὺ᾿ φασὶ, ‘καὶ ἀεὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τοῦ δημιουργεῖν ἡ δύναμις· ἆρʼ οὖν, ἐπειδὴ δημιουργός ἐστιν, ἀίδιά ἐστι καὶ τὰ ποιήματα, καὶ οὐ θέμις [*](AI. γεννηθᾖ) εἰπεῖν οὐδὲ ἐπὶ τούτων, Οὐκ ἦν πρὶν γενηθῇ ;ʼ Ἄφρονες οἱ Ἀρειανοί· τί γὰρ ὅμοιον υἱὸς καὶ ποίημα, ἵνα τὰ ἐπὶ τοῦ πατρὸς ταῦτα καὶ ἐπὶ τῶν δημιουργῶν εἴπωσι ; πῶς δὲ, τοσαύτης διαφορᾶς ἐν τοῖς ἔμπροσθεν δειχθείσης γεννήματος καὶ ποιήματος, ἐμμένουσι τῇ ἀμαθίᾳ ; Πάλιν οὖν τὸ αὐτό λεκτέον· τὸ ποίημα [*](Cp. de Syn. 35.) ἔξωθεν τοῦ ποιοῦντός ἐστιν, ὥσπερ εἴρηται, ὁ δὲ υἱὸς ἴδιον τῆς οὐσίας γέννημά ἐστι· διὸ καὶ τὸ μὲν ποίημα οὐκ ἀνάγκη ἀεὶ εἶναι· ὅτε γὰρ βούλεται ὁ δημιουργὸς, ἐργάζεται· τὸ δὲ γέννημα [*](Cp. iii. 67.) οὐ βουλήσει ὑπόκειται, ἀλλὰ τῆς οὐσίας ἐστὶν ἰδιότης. Καὶ ποιητὴς μὲν ἂν εἴη καὶ λέγοιτο, κἂν μήπω ᾖ τὰ ἔργα· πατὴρ δὲ οὐκ ἂν λεχθείη οὐδʼ ἂν εἴη, μὴ ὑπάρχοντος υἱοῦ. Ἐὰν δὲ περιεργάζωνται διὰ τί ὁ Θεὸς, ἀεὶ δυνάμενος ποιεῖν, οὐκ ἀεὶ ποιεῖ, [*](Rom. xi. 34.) μαινομένων μὲν καὶ αὕτη ἡ τόλμα. ‘Τίς γὰρ ἔγνω νοῦν [*](Ib. ix. 20.) Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο ;᾿ ἢ πῶς ‘ ἐρεῖ τὸ πλάσμαʼ τῷ κεραμεῖ, ‘ Τί με οὕτως ἐποίησας ;᾿ Ἵνα δὲ, κἂν ἀμυδρόν τινα λογισμὸν εὑρόντες, μὴ σιωπήσωμεν, ἀκουέτωσαν ὅτι, εἰ καὶ τῷ Θεῷ δυνατὸν ἀεὶ ποιεῖν, ἀλλʼ οὐκ ἠδύνατο τὰ
30. Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς [*](Query 2. c. 22.) λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πόλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγειν,‘ Ἓν τὸ ἀγένητον, [*](Cp. Bened. Edd. Adm. in Ep. de Decr. Nic tom, i p. 207.) ἢ δύο ; ᾿ οὐκ ὀρθὴν αὐτῶν δείκνυσι τὴν διάνοιαν, ἀλλʼ ὕποπτον καὶ δόλου μεστήν. Οὐ γὰρ ἐπὶ τιμῇ τοῦ Πατρὸς οὕτως ἐρωτῶσιν, ἀλλʼ ἐπὶ ἀτιμίᾳ τοῦ Λόγου. Ἄν γοῦν τις, ἀγνοῶν τὴν πανουργίαν αὐτῶν, ἀποκρίνηται, ‘ Ἓν τὸ ἀγένητον,ʼ εὐθὺς τὸν [*](AI. ἀγέννη. τον.) ἑαυτῶν ἰὸν ἐξεμοῦσι λέγοντες· ‘Οὐκοῦν ὁ Υἱὸς τῶν γενητῶν ἐστι, καὶ καλῶς εἰρήκαμεν, Οὐκ ἦν πρὶν γενηθῇ.᾿ Πάντα γὰρ φυρῶσι καὶ κυκῶσιν, ἵνα μόνον διαστήσωσι τὸν Λόγον ἀπὸ τοῦ Πατρὸς, καὶ τὸν δημιουργὸν τῶν ὅλων τοῖς ποιήμασι συναριθμήσωσι. Πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις [*](Cp. de Syn. 28, 36, ad afros 6.) ὡς ἀγράφοις χρησαμένοις λέξεσι, καίτοι μὴ δυσφήμοις, ἀλλ᾿ ἐπʼ ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέναις, ηὐτομόλησαν εἰς τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντες λοιδορίας κατὰ τοῦ Κυρίου, ‘ μὴ γινώσκοντες μήτε ἃ λέγουσι, [*](1 Tim. i. 7.) μήτε περὶ τίνων διαβεβαιοῦνται.᾿ Ἐρωτησάτωσαν γοῦν Ἕλληνας,
31. Εἰ δὲ νομίζουσι καλῶς ἐρωᾷν, ἐν τῷ λέγειν, ‘ Ἓν τὸ ἀγένητον, ἢ δύο ;ʼ ἀκούσονται πρῶτον μὲν, ὡς ἀμαθεῖς, πολλά τε εἶναι καὶ οὐδὲν, πλεῖστα μὲν τὰ ‘δυνάμενα γενέσθαι,’ οὐδὲν δὲ τὸ ‘ μὴ δυνάμενον, ὥσπερ εἴρηται. Εἰ δὲ, ὡς Ἀστερίῳ ἤρεσε τὸ μὴ ποίημα, ἀλλʼ ἀεὶ ὂν, ἀγένητον εἶναι, οὕτως ἐρωτῶσιν· ἀκουέτωσαν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ὅτι καὶ ὁ Υἱὸς οὕτω κατὰ ταύτην τὴν ἐκδοχὴν ἀγένητος ἂν λεχθείη. Οὔτε γὰρ τῶν γενητῶν, οὔτε ποίημά ἐστιν, ἀλλὰ καὶ ἀϊδίως σύνεστι τῷ Πατρὶ, ὥσπερ καὶ ἤδη δέδεικται, κἂν πολλάκις μεταβάλλωνται, ἵνα μόνον κατὰ τοῦ Κυρίου λέγωσιν, ‘ἐξ οὐκ ὄντων ἐστὶ,ʼ καὶ ‘ οὐκ ἦν πρὶν γεννηθῇ.’ Πάντων δὴ οὖν ἐκπίπτοντες, ἐὰν καὶ ἐκεῖνο θελήσωσι λοιπὸν ἐρωτᾶν κατὰ τὸ ‘ ὑπάρχον μὲν, μήτε δὲ γεννηθὲν ἔκ τινος, μήτε ἔχον ἑαυτοῦ πατέρα,ʼ ἀκούσονται μὲν καὶ παῤ ἡμῶν τὸν οὕτω σημαινόμενον ἕνα καὶ μόνον ἀγένητον εἶναι τὸν Πατέρα, οὐδὲν δὲ πλέον ἕξουσιν ἐκ τοῦ τοιαῦτα ἀκούειν αὐτούς. Οὐδὲ γὰρ τὸ οὕτως ἀγένητον λέγεσθαι τὸν Θεὸν δείκνυσι γενητὸν εἶναι τὸν Υἱὸν, δήλου ὄντος κατὰ τὰς προειρημένας ἀποδείξεις τοιοῦτον [*](C. 19.) εἶναι τὸν Λόγον, οἷός ἐστιν ὁ γεννήσας αὐτόν, Οὐκοῦν εἰ ἀγένητος ὁ Θεὸς, οὐ γενητὴ, ἀλλὰ γέννημά ἐστιν ἡ τούτου εἰκὼν,
32. Ἀλλʼ οὐδὲ αὐτοὺς οἶμαι θελῆσαι λέγειν ἔτι τὰ τοιαῦτα, ἐὰν Ἀστερίῳ γε τῷ σοφιστῇ πείθωνται. Ἐκεῖνος γὰρ, καίπερ [*](Asterius quoted.) σπουδάζων συνηγορεῖν τῇ Ἀρειανῇ ἀἱρέσει, καὶ λέγων ‘ ἓν εἶναι τὸ ἀγένητον,ʼ τὰ ἐναντία τούτοις ἀντιφθέγγεται, λέγων καὶ τὴν σοφίαν τοῦ Θεοῦ ἀγένητον καὶ ἄναρχον εἶναι· καὶ ἔστι μέρος ὧν ἔγραψε ταῦτα· ‘ Οὐκ εἶπεν ὁ μακάριος Παῦλος, Χριστὸν [*](ii. 37 ; de Syn. 18.) κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν, ἢ τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς προσθήκης, ‘‘ δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν,” ἄλλην [*](1 Cor. i. 24.) μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμὶν, τὴν ἔμφυτον αὐτοῦ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων. Καὶ πάλιν μετʼ ὀλίγα· ‘ Καίτοι γε ἡ μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγένητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ, μία ἂν εἴη δήπουθεν καὶ αὐτή.’ Εἰ γὰρ καὶ μὴ καλῶς νοήσας τὸ τοῦ ἀποστόλου ῥητὸν, ἐνόμισεν εἶναι δύο σοφίας, ἀλλʼ ὅμως συνυπάρχουσαν αὐτῷ ἀγένητον σοφίαν εἰρηκὼς, οὐκέτι ἓν τὸ ἀγένητον, ἀλλὰ καὶ ἕτερον ἔφησεν ἀγένητον εἶναι σὺν αὐτῷ. Τὸ γὰρ συνύπαρχον οὐκ ἑαυτῷ ἀλλʼ ἑτέρῳ συνυπάρχει. Ἢ τοίνυν Ἀστερίῳ πειθόμενοι, μηκέτι ἐρωτάτωσαν, ‘ Ἓν τὸ ἀγένητον, ἢ δύο ;ʼ ἵνα μὴ ὡς ἀμφιβάλλοντες μάχωνται πρὸς ἐκεῖνον· ἢ εἰ ἐναντιοῦνται κἀκείνῳ, μὴ ἐπερειδέσθωσαν αὐτοῦ τῷ συνταγματίῳ, ἵνα μὴ ‘ ἀλλήλους δάκνοντες ὑπὸ ἀλλήλων ἀναλωθῶσι.ʼ [*](Gal. v. 15.) Καὶ ταῦτα μὲν διʼ ὀλίγων πρὸς τὴν ἀμαθίαν αὐτῶν εἰρήσθω. Πρὸς δέ γε τὴν πανοῦργον αὐτῶν προαίρεσιν τί τοσοῦτον ἄν τις εἴποι ; τίς αὐτοὺς οὐκ ἂν οὕτως μαινομένους μισήσειε δικαίως ; Ἐπειδὴ γὰρ οὐκέτι παῤῥησίαν ἔχουσιν ἐν τῷ λέγειν, ‘ ἐξ οὐκ ὄντων,ʼ καὶ, ‘ οὐκ ἦν πρὶν γεννηθῇ,ʼ ἐπενόησαν ἑαυτοῖς τὴν τοῦ ‘ ἀγενήτου᾿ λέξιν, ἵνα τὸν Υἱὸν γενητὸν παρὰ τοῖς ἀεκραίοις λέγοντες, αὐτὰ πάλιν ἐκεῖνα τὰ ῥήματα, τὸ ‘ ἔξ οὐκ ὄντων,᾿ καὶ