Oratio quarta contra Arianos [Sp.]
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
33. Ἔθος δὲ τοῦτο τῇ γραφῇ, ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις [*](Cf. Num. x. 29.) ἐκφράζειν· οὕτω γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· ‘εἶπεʼ γὰρ, φησὶ, ‘Μωσῆς τῷ ‘Ραγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῇ᾿ Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς ὁ Ῥαγουὴλ. ἀλλὰ εἰς ἦν Μωσῆς. Εἰ γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ σοφία ὁμοίως χρηματίζει καὶ δύναμις, καὶ δεξιὰ, καὶ βραχίων, καὶ ὅσα [*](ii. 66.) τοιαῦτα· ἥνωται δὲ φιλανθρώπως ἡμῖν, τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος, καὶ ταύτῃ ἀνακραθεὶς, ἄρα αὐτὸς ὁ Λόγος καὶ τὰ λοιπὰ εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην ‘ἐν [*](John i. 1–3.) ἀρχῇ μὲν εἶναι τὸν Λόγον, καὶ τοῦτον πρὸς τὸν Θεὸν, καὶ αὐτὸν Θεὸν, καὶ πάντα διʼ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδὲν,’ πλάσμα τοῦ Θεοῦ Λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν [*](Cp. the Quicunque, v. 35.) ὑπάρχειν. Εἰ τοίνυν τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος, πάλιν ἀνακαινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς διαμονὴν ἀτελεύτητον, καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν Λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ [*](Cp. iii. 10.) προφήταις, ἀποσταλεῖσι παῤ αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων
34. Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστὸν, Λόγον τὸν [*](c. 31.) θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης νηδύϊ ὁ Λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐκ τῆς γῆς· μᾶλλον δὲ θειοτέρως, περὶ οὗ καὶ Σολομών φησι, τὸν Λόγον εἰδὼς καὶ ‘σοφίανʼ χρηματίζουσαν φανερῶς· ‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·ʼ ὃν καὶ ὁ ἀπόστολος [*](Prov. ix. 1.) ἑρμηνεύων λέγει, ‘οὗ οἶκός ἐσμεν ἡμεῖς·᾿ καὶ ἀλλαχοῦ δὲ ‘ναὸνʼ [*](Heb. iii. 6; 1 Cor. iii. 16.) προσαγορεύει, καθότι πρέπον Θεῷ ἐν ναῷ κατοικεῖν, σὗ καὶ εἰκόνα τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταξεν· ὅθεν τῆς ἀληθείας φανείσης, πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν, ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν, οὐκ ἠπείλησεν, ἀλλʼ εἰδὼς ὡς αὐτοὶ καθʼ ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς, ‘Λύσατε [*](John ii. 19.) τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·ʼ σαφῶς δεικνὺς ὁ ἡμέτερος Σωτὴρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδαζόμενα αὐτόθεν ἔχει τὴν διάλυσιν. ‘Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ [*](Ps. cxxvi. (cxxvii.) 1.) οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες.᾿ Τὰ τοίνυν τῶν Ἰουδαίων [*](Cp. i. 8.) λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς ἐκκλησίας ἥδρασται· ‘τεθεμελίωται [*](Matt vii. 29; xvi. 18.) γὰρ ἐπὶ τὴν πέτραν,ʼ ‘καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.᾿ Ἐκείνων ἦν τὸ λέγειν, ‘Πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς [*](John x. 33.) σεαυτὸν Θεόν;᾿ τούτων μαθητὴς ὁ Σαμοσατεὺς ὑπάρχει· ὅθεν [*](Cp. iii. 51.) εἰκότως τὰ παῤ αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει. ‘Ἀλλʼ ἡμεῖς [*](Eph. iv. 20-24.) οὐχ οὕτως ἐμάθομεν τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσαμεν, καὶ παῤ αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς νοείσθω.
35. Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ γραφὴ ‘Χριστὸν,’ ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον, διδάσκων [*](Acts x. 38.) ‘Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·’ [*](Ib. ii. 22.) καὶ πάλιν πρὸς Ἰουδαίους, ‘Ἰησοῦν τὸν ἀπὸ Ναξαρὲτ, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς·’ καὶ πάλιν ὁ μακάριος [*](Ib. xvii. 31.) Παῦλος πρὸς Ἀθηναίους, ‘ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν·’ ταὐτὸν δὲ τῇ χρίσει πολλαχόσε τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν· ἐξ ὧν μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς ῥήμασι τῶν ἀγίων, ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον τοῦ Θεοῦ Λόγου ἕνωσιν γενομένην ὀνομάζουσι ποτὲ μὲν χρίσιν,’ ποτὲ δὲ ‘ἀποστολὴν,’ ἄλλοτε δὲ ‘ἀνάδειξιν. Τὸ τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὸν, καὶ εἰλικρινῆ τὴν θεότητα τοῦ μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον τοῦ Θεοῦ Λόγου ἀπὸ τοῦ ἐκ Μαρίας ανθρώπου· (μὴ) γένοιτο· [*](John x. 30; xiv. 9.) πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’ καὶ ‘ὁ ἑωρακὼς ἐμὲ. ἑώρακε τὸν Πατέρα;’) διʼ οὗ καὶ μετὰ [*](Ib. xx. 19.) τὴν ἀνάστασιν, τὸ αὐτὸ, ‘κεκλεισμένων· τῶν θυρῶν,’ εἰσερχόμενον πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ [*](Luke xxiv. 39.) τούτου δυσπειθὲς, διαλύσαντα τῷ εἰπεῖν, ‘ψηλαφήσατέ με, καὶ βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα ---’ καὶ οὐκ εἶπε, ‘τόνδε,’ ἢ, ‘τὸν ἄνθρωπόν μου, [*](Cp. iii. 31, 33.) ὃν ἀνείληφα,’ ἀλλʼ ‘ἐμέ.’ Ὅθεν οὐδεμίαν συγγνώμην εὑρεῖν δυνήσεται ὁ Σαμοσατεὺς. ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου διελεγχθείς· καὶ ἀπʼ αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου, ἄρτι μὲν [*](Qu. πληρο-φοροῦντος.) πρὸς πάντας τὴν πεῦσιν προσάγοντος, καὶ πληροφορῶν ἀπό τε τοῦ φαγεῖν καὶ τὴν ψηλάφησιν ἐπιτρέψαι, ἣ δὴ καὶ γεγένηται. Πάντως γὰρ ὁ διδοὺς τὴν τροφὴν, ἢ οἱ διδόντες, ἥψαντο τῶν χειρῶν. ‘Ἐπέδωκαν’ γὰρ, φησὶν, ‘αὐτῷ ἰχθύος ἀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου· καὶ φαγὼν ἐνώπιον αὐτῶν,’ λαβὼν τὰ ἐπίλοιπα, ἀπέδωκεν αὐτοῖς. δοῦ τοίνυν, εἰ καὶ οὐχ ὡς ὁ Θωμᾶς, ἀλλʼ ὅμως διʼ ἑτέρας μεθόδου, τὴν πληροφορίαν αὐτοῖς [*](Luke xxiv. 42, 43.) παρέσχε ψηλαφηθείς. Εἰ δὲ καὶ τοὺς μώλωπας ἰδεῖν θέλοις, [*](John xx. 27.) παρὰ Θωμᾶ μάθε· ‘Φέρεʼ γάρ ‘σου,’ φησὶ, ‘τὴν χεῖρα καὶ [*](Cp. ad Epict. 10.) βάλε εἰς τὴν πλευράν μου, καὶ φέρε τὸν δάκτυλόν σου, καὶ βλέπε τὰς χεῖράς μου.’ Πλευρὰν ἰδίαν καὶ χεῖρας ὀνομάζων ὁ
36. Διορθούσθω τοιγαροῦν καὶ Παῦλος Σαμοσατεὺς, τῆς θείας κατήκοος γεγενημένος φωνῆς, ‘τὸ σῶμά μου,ʼ λέγοντος, καὶ οὐχὶ [*](Matt. xxvi. 26.) ‘τὸν Χριστὸν ἕτερον παῤ ἐμὲ τὸν Λόγον,ʼ ἀλλὰ ‘σὺν ἐμοὶ αὐτὸν, καὶ ἐμὲ σὺν αὐτῷ. Τὸ γὰρ χρίσμα ἐγὼ ὁ Λόγος, τὸ [*](Cp. i. 47.) δὲ χρισθὲν ὑπʼ ἐμοῦ ὁ ἄνθρωπος· οὐ χωρὶς οὖν ἐμοῦ Χριστὸς κληθείη ἂν, ἀλλὰ σὺν ἐμοὶ ὢν καὶ ἐμοῦ ἐν αὐτῷ.᾿ Τὸ τοίνυν ‘ἀποστολὴν᾿ τοῦ Λόγου σημαίνεσθαι, ἕνωσιν δηλοῖ τὴν πρὸς τὸν ἐκ Μαρίας Ἰησοῦν, ὃς ἑρμηνεύεται Σωτὴρ, οὐ δι᾿ ἕτερόν τι, ἀλλʼ ἢ διὰ τὸ τῷ Θεῷ Λόγῳ ἡνῶσθαι. Ταὐτὸ σημαίνεται τὸ ῥητὸν τοῦτο τῷ ‘ὁ πέμψας με Πατὴρ,᾿ καὶ, ‘ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, [*](John viii. 10.) ἀλλʼ ὁ Πατήρ με ἀπέστειλε.᾿ Τὴν γὰρ πρὸς τὸν ἄνθρωπον [*](Ib. 42.) ἕνωσιν, σὺν γνωρισθῆναι ἀνθρώποις ἦν δυνατὸν τὴν ἀόρατον φύσιν διὰ τῆς ὁρωμένης, ‘ἀποστολὴνʼ ὠνόμασεν. Οὐ γὰρ δὴ [*](Cp. iii. 43, 53, 58.) Θεὸς τόπους ἀμείβει, καθʼ ἡμᾶς τοὺς ἐν τόποις κρυπτομένους, τῷ τῆς μικρότητος ἡμῶν σχήματι τῆς ὑπάρξεως τῆς ἐν σαρκὶ ἐπιδεικνύμενος· πῶς γὰρ ὁ ‘τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν;ʼ [*](Jer. xxiii. 24.) ἀλλὰ τῆς ἐν σαρκὶ παρουσίας ἕνεκα τὴν ‘ἀποστολὴνʼ οἱ δίκαιοι ὠνόμασαν. Εἶτα οὖν καὶ αὐτὸς ὁ Θεὸς Λόγος Χριστὸς οὖν [*](Qu. om. second οὔν.) ὁ ἐκ Μαρίας, Θεὸς ἄνθρωπος· οὐχ ἕτερός τις Χριστὸς, ἀλλʼ εἷς καὶ ὁ αὐτός· οὗτος πρὸ αἰώνων ἐκ Πατρός, οὗτος ἐπʼ ἐσχάτων ἐκ τῆς παρθένου· ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσιν ἁγίαις, ὁρατὸς νυνὶ διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν· ὁρώμενος δὲ, φημὶ, οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν [*](Cp. c. Apollin. i. 14.) ἀνεκαίνισε τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Αὐτῷ τὸ σέβας καὶ ἡ προσκύνησις, ὃς ἦν πρώην, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.