Oratio quarta contra Arianos [Sp.]

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

29. Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ Υἱοῦ κείμενα, εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ τὰ μὴ κείμενα ἐν τῇ παλαιᾶ νεώτερά ἐστι, λεγέτωσαν οἱ οὕτω φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ ‘Παρακλήτου’ Πνεύματος εἴρηται; περὶ Πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ ‘Παρακλήτου’ δὲ οὐδαμῶς. Ἆῤ οὖν ἕτερόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος, ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον εἰπεῖν τὸ Πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον Πνεῦμα, καὶ ἕτερον τὸν Παράκλητον. Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ Πνεῦμα, καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ· ὡς εἷς καὶ αὐτὸς Λόγος Υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. [*](Cp. i. 39.) Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοὶ, οὐ δι᾿ ἄλλου ἀλλʼ ἢ διὰ τοῦ [*](Cp. Isa. lxiii. 16.) Υἱοῦ τεκνοποιούμενοι. Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας Υἱὸς ὁ τοῦ Θεοῦ, πῶς ‘πρὸ πάντων’ ἐστὶν, ὄντων πρὸ αὐτοῦ υἱῶν; [*](Col. i. 17, 15.) Πῶς δὲ καὶ ‘πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος;

246
Ἀλλʼ οὔτε δεύτερος ὁ Παράκλητος· πρὸ πάντων γὰρ ἦν· οὔτε [*](John i. 1.) νεώτερος ὁ Υἱός· ‘ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος·ʼ καὶ ὡς ταὐτὸν τὸ Πνεῦμα καὶ Παράκλητος, οὕτω ταὐτὸν ὁ Υἱὸς καὶ Λόγος· καὶ ὥς [*](Ib. xiv. 26.) φησιν ὁ Σωτὴρ περὶ τοῦ Πνεύματος, ‘ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου,ʼ ταὐτὸν λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος [*](Ib. i. 14.) λέγει, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός.᾿ Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ τὴν ταυτότητα ἀπήγγειλε. Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλʼ ἓν καὶ ταὐτόν· οὕτως οὐκ ἄλλος Λόγος, καὶ ἄλλος Υἱὸς, ἀλλʼ ὁ Λόγος μονογενής ἐστι. Δόξαν γὰρ οὐκ αὐτῆς εἶπε τῆς σαρκὸς, ἀλλʼ αὐτοῦ τοῦ Λόγου. Ὁ τοίνυν τολμῶν διαιρεῖν Λόγον καὶ Υἱὸν, διαιρείτω καὶ Πνεῦμα καὶ Παράκλητον. Εἰ δὲ ἀδιαίρετον τὸ Πνεῦμα, ἀδιαίρετος καὶ ὁ Λόγος, ὁ αὐτὸς ὢν Υἱὸς, καὶ σοφία, καὶ δύναμις. Τὸ δὲ ‘ἀγαπητὸνʼ καὶ Ἕλληνες ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν ‘μονογενής.ʼ Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσσέως μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας· [*](Hom. Od. ii. 363-366.)
  • ‘Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
  • ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν,
  • μοῦνος ἐὼν ἀγαπητός ; ὁ δʼ ὤλετο τηλόθι πάτρης
  • Διογενὴς Ὀδυσεὺς, ἀλλογνώτῳ ἐνὶ δήμῳ.’
  • Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ‘ἀγαπητὸςʼ λέγεται.

    30. Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως, διαιροῦντες τὸν Λόγον ἀπὸ τοῦ Υἱοῦ, φάσκουσι τὸν μὲν Υἱὸν εἶναι τὸν Χριστὸν, τὸν δὲ Λόγον ἄλλον εἶναι· καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν Πράξεων, ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται. [*](Acts x. 36.) Ἒστι δὲ τοῦτο· ‘τὸν Λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων [*](Routh, Rell. Sacr. iii. 301.) Κύριος.’ Φασὶ γὰρ, ὡς τοῦ Λόγου διὰ Χριστοῦ λαλήσαντος, ὡς καὶ ἐπὶ τῶν προφητῶν, ‘τάδε λέγει Κύριος·ʼ ἄλλος μὲν ἦν ὁ προφήτης, ἄλλος δὲ ὁ Κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν [*](1 Cor. i. 7, 8.) ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, ‘ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου

    247
    ἡμῶν Ἰησοῦ Χριστοῦ.’ Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλʼ αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ βεβαιοῖ τοὺς ἀπεκδεχομένους, οὕτω τὸν Λόγον ἀπέστειλεν ὁ Πατὴρ σάρκα γενόμενον, ἵνα διʼ ἑαυτοῦ ἄνθρωπος γενόμενος κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει, ‘οὖτός ἐστι πάντων Κύριος·’ Κύριος δὲ πάντων ὁ Λόγος ἐστί.

    31. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρὼν, ‘Πρόσελθε πρὸς τὸ [*](Levit. ix. 7.) θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ.’ δοῦ τοίνυν ἐνταῦθα, καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως, ὡς περὶ ἑτέρου Μωσέως αὐτὸς Μωσῆς λέγων ἐστὶ, ‘καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ.’ Οὕτω τοίνυν καὶ περὶ τοῦ θείου Λόγου ἐὰν λέγῃ ὁ μακάριος Πέτρος, ‘ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ Χριστοῦ,’ οὐ χρὴ ἕτερον μὲν τὸν Λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν, ἀλλʼ ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς τὴν θείαν αὐτοῦ καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ καὶ νοοῖτο διχῶς, ἀλλʼ οὐχ ὡς τοῦ Λόγου κεχωρισμένου, κατὰ [*](Cp. iii. 29.) τὸν θεσπέσιον Ἰωάννην, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο,’ εἰρηκότα, [*](John i. 14.) ‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον πρὸς τοῦ μακαρίου Πέτρου κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ Σαμοσατέως, ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. ‘Χριστὸς γὰρ τὸ [*](Cp. c. Apollin. i. 13.) συναμφότερον νοεῖται παρὰ τῇ θείᾳ γραφῇ, ὡς ὅταν λέγῃ, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.’ Εἰ τοίνυν λέγει ὁ [*](1 Cor. i. 24.) Πέτρος τὸν Λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς Ἰσραὴλ,’ τοῦτο σημαίνων νοείσθω, τὸν Λόγον σαρκωθέντα τοῖς υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵνʼ ᾖ συνᾴδων τῷ ‘καὶ ὁ Λόγος [*](John i. 14.) σὰρξ ἐγένετο.’ Εἰ δὲ ἑτέρως ἐκεῖνο νοοῦσι, καὶ τὸν Λόγον μὲν, καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα, ᾧ καὶ ἡνῶσθαι πιστεύεται, ἄνθρωπον ἀπʼ αὐτοῦ χωρίζουσι, [*](Cp. c. Apolin. ii. 15.) λέγοντες  ‘διὰ Ἰησοῦ Χριστοῦ’ αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ, ἐνταῦθα χωρίζοντες τῆς θείας [*](Qu. εἰ γὰρ.) σαρκώσεως, θεῖον νοοῦσι, σμικρύνουσινἄρα ἀκούοντεσ αὐτὸν ‘σάρκα γεγενῆσθαι,’ καὶ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι, τροπὴν τοῦ Λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες.

    [*](Cp. i. 40.)
    248

    32. Ἀλλʼ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ὃν τρόπον γὰρ [*](2 Cor. v. 4.) ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, ‘καταποθέντος τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς,ʼ καὶ αὐτοζωῆς ὄντος, καθὰ [*](John xi. 25.) πρὸς τὴν Μάρθαν ὁ Κύριος ἔφη, ‘Ἐγώ εἰμι ἡ ζωή·᾿  οὕτω καὶ ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ ‘διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τὸν Λόγον,’ τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ ἀκούων τις τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ ἂν νομίσοι μηκέτι [*](C. Apollin. i 12.) οὖν εἶναι Λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται· οὕτω καὶ Λόγον ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ, τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ [*](Cp. iii. 14.) τὸ πρὸς αὐτὴν τὴν Θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν τὴν ἑνότητα τοῦ θείου Λόγου καὶ ἀνθρώπου δείξειε. Φησὶ γὰρ, [*](Luke i. 35.) ‘Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς [*](Cp. ad Max. 3.) Θεοῦ,᾿  Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν Λόγον χωρίζουσι, σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ [*](Matt. xxviii. 19.)  ἄρα ἀπεστάλη διʼ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ, λέγων· ‘Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.ʼ