Oratio quarta contra Arianos [Sp.]

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

21. Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ Λόγος συμβάλλεται μᾶλλον τοῦ Υἱοῦ, εἴ γε κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Υἱὸς, καὶ ἄλλος ὁ Λόγος; πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν Λόγον, ἀλλʼ [*](Ib. iii. 36.) εἰς τὸν Υἱὸν πρόσταξίς ἐστι· φησὶ γὰρ ὁ Ἰωάννης,  ‘ Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ [*](Cp. ii. 41.) οὐκ ὄψεται ζωήν.᾿  Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾦ πάσης πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ ‘εἰς Λόγον.᾿ ἀλλʼ ‘εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμαʼ δίδοται. Εἴπερ οὖν κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, καὶ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, οὐδὲν πρὸς τὸν Λόγον τὸ βάπτισμα. Πῶς οὖν σύνεστιν ὁ Λόγος κατʼ αὐτοὺς τῷ Πατρὶ, οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ βαπτίσματος δόσει; Ἀλλʼ ἴσως ἂν εἴποιεν, ‘Ἐν τῷ τοῦ Πατρὸς ὀνόματι περιέχεται καὶ ὁ Λόγος. Διὰ τί οὖν οὐχὶ καὶ [*](Cp. iii. 15; Tom. ad Antioch. 5; ad Serap. i. 12.) τὸ Πνεῦμα; ἢ ἐκτὸς τοῦ Πατρὸς τὸ Πνεῦμα; καὶ ἄνθρωπος μὲν, εἴπερ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, μετὰ τὸν Πατέρα ὀνομάζεται, τὸ δὲ Πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα κατʼ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλʼ εἰς τετράδα, Πατέρα, καὶ Λόγον, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι, εἰς ἕτερον καταφεύγουσι, καί φασι ‘μὴ τὸν ἄνθρωπον καθʼ ἑαυτὸν, ὃν ἐφόρεσεν ὁ Κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε [*]((2.)) Λόγον καὶ τὸν ἄνθρωπον, εἶναι Υἱόν· συνημμένα γὰρ ἀμφότερα

239
Υἱὸς “ὡς αὐτοὶ λέγουσιν,” ὀνομάζεται.’ Τί τοίνυν τίνος αἴτιον, καὶ πότερος πότερον Υἱὸν κατεσκεύασεν; ἢ, ἴνα λευκότερον εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ Λόγος Υἱὸς, ἢ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς λέγεται; ἢ οὐδʼ ὁπότερον τούτων, ἀλλʼ ἡ ἀμφοῖν σύνοδος; Εἰ μὲν οὖν ὁ Λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν σάρκα εἶναι Υἱὸν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ τοῦ λέγειν τὸν ἄνθρωπον Υἱόν· εἰ δὲ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ Λόγος ὢν Υἱὸς ἦν. Πῶς γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους, μὴ ὄντα αὐτὸν υἱὸν, ὄντος μάλιστα πατρός; Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, Πατὴρ αὐτὸς ἂν εἴη· εἰ δὲ τῷ Πατρὶ, ἀνάγκη αὐτὸν εἶναι Υἱὸν, μᾶλλον δὲ αὐτὸν εἶναι τὸν Υἱὸν, ὃι᾿ ὃν καὶ οἱ ἄλλοι υἱοποιοῦνται.

22. Ἐπεὶ εἰ. μὴ ὄντος αὐτοῦ Υἱοῦ, ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν ἂν εἴη ὁ Θεὸς Πατὴρ, καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται μᾶλλον, λέγων, ‘ὁ Πατήρ μου,’ καὶ, ‘ἐγὼ ἐκ τοῦ Πατρός;’ [*](John v. 17.) Εἰ γὰρ κοινὸς πάντων Πατὴρ, οὐ μόνου αὐτοῦ Πατὴρ, οὐδὲ [*](Cf. ib. xvi. 28.) μόνος αὐτὸς ‘ἐξῆλθεν ἐκ τοῦ Πατρός.’ έγει δέ ποτε καὶ ἡμῶν αὐτὸν λέγεσθαι Πατέρα, διὰ τὸ αὐτὸν ‘κεκοινωνηκέναι τῇ ἡμετέρᾳ [*](Heb. ii. 14.) τέρα σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ Λόγος σὰρξ, ἵν᾿, ἐπειδὴ ὁ Λόγος ἐστὶν Υἱὸς, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν Υἱὸν λέγηται καὶ ἡμῶν Πατήρ. ‘Ἀπέστειλε’ γὰρ, φησὶ, ‘τὸ Πνεῦμα τοῦ [*](Gal. iv. 6.) Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ [*](Cp. ii. 59.) Οὐκοῦν ὁ ἐν ἡμῖν Υἱὸς, τὸν ἴδιον Πατέρα ἐπικαλούμενος, καὶ ἡμῶν αὐτῶν ποιεῖ Πατέρα λέγεσθαι. Ἀμέλει ὥν οὐκ ἔστιν εἰς τὰς καρδίας ὁ Υἱὸς, τούτων οὐδὲ Πατὴρ ὁ Θεὸς ἂν λεχθείη. Εἴπερ οὖν διὰ τὸν Λόγον ὁ ἄνθρωπος λέγεται Υἱὸς, ἀνάγκη πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν ‘υἱῶν,’ εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν Λόγον Υἱὸν. ‘Υἱοὺς’ γὰρ, [*](Isa. i. 2.) φησὶν, ‘ἐγέννησα·’ καὶ ἐπὶ Νῶε, ‘ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ·’ [*](Gen. vi. 2.) καὶ ἐν τῇ δῇ· ‘Οὐκ αὐτὸς οὖτός σου Πατήρ;’ Οὐκοῦν ἦν καὶ [*](Deut. xxxii. 6.) ὁ ἀληθῶς Υἱὸς, δι᾿ ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατʼ ἐκείνους πάλιν οὐδʼ ὁπότερον τούτων Υἱὸς, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον, ἀνάγκη μηδʼ ὁπότερον εἶναι Υἱόν· φημὶ δὴ, μήτε τὸν Λόγον, μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, διʼ ἢν καὶ συνήφθησαν· καὶ οὕτω δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις Υἱὸν ποιεῖ. Οὑκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ Υἰός. Τούτων

240
[*]((3.)) δὴ λεγομένων, εἰς ἕτερον καταφεύξονται, λέγοντες ‘μὴ τὸν ἄνθρωπον εἶναι Υἱὸν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν Λόγον ἐν [*](Cp. Euseh. c. Marc. ii. 1. 1.) ἀρχῇ μὲν εἶναι Λόγον ἀπλῶς· ὅτε δὲ ἐνηνθρώπησε, τότε ὠνομάσθαι Υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι Υἱὸν, ἀλλὰ Λόγον μόνον· καὶ ὥσπερ ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον σὰρξ, οὕτως ὁ Λόγος Υἱὸς γέγονεν, οὐκ ὢν πρότερον Υἱός.᾿  Ταῦτα μὲν ἐκείνων τὰ φλυαρήματα· ἔχει δὲ τὸν ἔλεγχον ἐναργῆ.

23. Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν Υἱὸς, ἡ ἐνανθρώπησις αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν Υἱὸν, ἢ τὸ συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἑπειτα, εἰ πρῶτον Λόγος, καὶ ὕστερον Υἱὸς, φανήσεται ὕστερον ἐγνωκὼς τὸν Πατέρα, καὶ οὐ πρότερον· οὐ γὰρ ᾖ Λόγος γινώσκει, ἀλλʼ [*](Matt. xi. 27.) ᾗ Υἱός· ‘οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός.᾿  Ἀπαντήσει δὲ καὶ τοῦτο, ὅτι ὕστερον ‘ἐν κόλποις τοῦ Πατρὸςʼ γέγονε, καὶ ὕστερον αὐτὸς καὶ ὁ Πατὴρ ‘ἓν᾿  γεγόνασι, καὶ ὕστερον τὸ, ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.᾿  Ταῦτα γὰρ πάντα ἐφʼ Υἱοῦ ἐλέχθη. Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν, [*](c. 2.) ‘Οὐδὲν ἦν ὁ Λόγος, ἀλλʼ ὄνομα μόνον Οὔτε γὰρ ἐν ἡμῖν μετὰ τοῦ Πατρὸς, οὔτε ὁ τὸν Λόγον ἑωρακὼς ἔβλεπε τὸν Πατέρα, οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ Πατήρ· διὰ γὰρ Υἱοῦ γινώσκεται ὁ Πατήρ· οὕτω γὰρ καὶ γέγραπται, ‘καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.’ Μήπω δὲ ὄντος τοῦ Λόγου Υἱοῦ, οὐδέπω τις ἐγίνωσκε τὸν Πατέρα. Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; αὐτὸς γὰρ [*](Cp. 1 K (I Sam.)ii. 27.) ἐν ταῖς Βασιλείαις φησὶν, ‘Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς πάντας τοὺς πατέρας ὑμῶν.᾿  Εἰ δὲ ἀπεκαλύφθη Θεὸς, δῆλον ὅτι ἦν ὁ ἀποκαλύπτων Υἱὸς, ὡς αὐτός φησι, ‘καὶ ᾧ ἐὰν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἀσεβὲς μὲν οὖν καὶ ἀνόητον τὸ λέγειν ἄλλον εἶναι τὸν Λόγον, καὶ ἄλλον εἶναι τὸν Υἱόν. Πόθεν δὲ ἄρα τὴν τοιαύτην ὑπόνοιαν ἐσχήκασιν, ἐρέσθαι καλόν. Φασὶ δὴ, ‘διὰ τὸ μὴ εἰρῆσθαι ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ, ἀλλὰ περὶ Λόγου,ʼ καὶ διὰ τοῦτο νεώτερον ὑπονοεῖν τοῦ Λόγου τὸν Υἱὸν διαβεβαιοῦνται, ‘ὅτι μὴ ἐν τῇ παλαιᾷ, ἀλλʼ ἐν τῇ καινῇ μόνῃ περὶ αὐτοῦ ἐλέχθη. Ταῦτʼ ἐκεῖνοι ἀσεβῶς φθέγγονται. Πρῶτον μὲν γὰρ διαιρεῖν [*](Cp. S. Aug. c. Faust. iv. 1.) τὰς διαθήκας, καὶ μὴ τὴν ἑτέραν τῆς ἑτέρας ἔχεσθαι, Μανιχαίων καὶ Ἰουδαίων τὸ ἐπιτήδευμα, τῶν μὲν τῇ παλαιῇ, τῶν δὲ τῇ νέᾳ

241
ἀντιλεγόντων· ἔπειτα κατʼ αὐτοὺς, εἰ τὰ ἐν τῇ παλαιῇ κείμενα προάγει τῷ χρόνῳ, τὰ δὲ ἐν τῇ νέᾳ νεώτερά ἐστι, καὶ ἐκ τῶν γραμμάτων οἱ χρόνοι κρίνονται, ἀνάγκη πάλιν νεώτερα εἶναι τὸ ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,ʼ τό τε μονογενὴς,᾿  καὶ τὸ ‘ὁ [*](John x. 30.) ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·ʼ οὐ γὰρ ἐκ τῆς παλαιᾶς, ἀλλʼ [*](Ib. i. 18. Ib. xiv. 9.) ἐκ τῆς καινῆς ταῦτα μαρτυρεῖται.

24. Οὐ μὴν δὲ, ἀλλʼ ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ Ὑἱός μου εἶ σὺ, [*](Ps. ii. 7.) ἐγὼ σήμερον γεγέννηκά σε·’ καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ, ‘Εἰς [*](Ib. ix.) τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.᾿  καὶ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, [*](Ib. xliv. (xlv.)) τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, δὴ ὑπὲρ τοῦ ἀγαπητοῦ·᾿  καὶ ἐν τῷ Ἡσαΐᾳ, ‘Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ [*](Isa. v. 1.) ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ.ʼ Τὸ δὲ ἀγαπητὸς τίς ἂν εἴη ἢ Υἱὸς μονογενής; ὡς καὶ ἐν τῷ ἑκατοστῷ ἐννάτῳ, ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά [*](Ps. cix. (cx.) 3.) σε,’ περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δὲ, ‘πρὸ [*](Prov. viii. 25.) δὲ πάντων τῶν βουνῶν γεννᾷ με·᾿  καὶ ἐν τῷ Δανιὴλ, ‘καὶ ἡ [*](Dan. iii. 25.) ὅρασις τοῦ τετάρτου ὁμοία Υἱῷ Θεοῦ,ʼ καὶ ἄλλα πλείονα. Εἰ τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ Υἱὸς, ὁ ἐν τῇ παλαιᾷ ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ‘ναὶ,ʼ φασὶ, [*](Cp. Euseb. Ecel. Th. i. 18. 4.) ‘κεῖται μὲν, προφητικῶς δὲ ἔστω.ʼ Οὐκοῦν καὶ περὶ τοῦ Λόγου προφητικῶς εἰρῆσθαι λεχθείη ἄν· οὐ γὰρ τὸ μὲν, τὸ δέ. Εἰ γὰρ τὸ ‘Υἱός μου εἶ σὺ,ʼ ἐπὶ μέλλοντος, δῆλον ὅτι καὶ τὸ Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν Οὐ γὰρ εἶπεν, [*](Ps. xxxii. (xxxiii.) 6.) ‘ἐγένοντο,ʼ οὐδὲ ‘ἐποίησεν.᾿  Ὅτι δὲ τὸ ‘ἐστερέωσεν᾿  ἐπὶ μέλλοντος, φησίν· ‘Ὁ Κύριος ἐβασίλευσεν·᾿  εἶτα· ‘Καὶ γὰρ [*](Ib. xcii. (xciii.) 1.) ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται Καὶ εἰ τὸ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘ὑπὲρ τοῦ ἀγαπητοῦ,ʼ ἐπὶ μέλλοντος, [*](Ib. xliv. (xlv. ) 1.) δῆλον ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ ‘ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.’ Καὶ εἰ τὸ ἐκ γαστρὸςʼ ἐπὶ ἀνθρώπου, [*](Ib. cix. (cx.) 3.) ἄρα καὶ τὸ ‘ἐκ καρδίας·᾿  Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ ‘ἐκ καρδίαςʼ ἀίδιον, καὶ τὸ ‘ἐκ γαστρὸς ἀίδιον· καὶ εἰ ὁ μονογενὴς ἐν κόλποις, καὶ ὁ ἀγαπητὸς ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ ἀγαπητὸν, ὡς τὸ  ‘οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.’ Οὐ γὰρ [*](Matt. iii. 17.)

242
δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων, εἶπε τὸ ‘ἀγαπητὸς,’ ἵνα μὴ τοὺς ἄλλους μισεῖν δόξῃ· ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ. Καὶ τῷ’ Ἀβραὰμ γοῦν σημᾶναι [*](Gen. xxii. 2.) θέλων ὁ Λόγος τὸ μονογενὲς, φησί· ‘προσένεγκε τὸν υἱόν σου τὸν ἀγαπητόν.’ Παντὶ δὲ δῆλον, ἐκ τῆς Σάῤῥας μόνον εἶναι τὸν Ἰσαάκ. Ἔστιν ἄρα ὁ Λόγος Υἱὸς, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς Υἱὸς, ἀλλʼ ἀεὶ Υἱός. Εἰ γὰρ μὴ Υἱὸς, οὐδὲ λόγος· καὶ εἰ μὴ λόγος, οὐδὲ Υἱὸς. Τὸ γὰρ ἐκ τοῦ Πατρὸς Υἱός ἐστι. Τί δέ ἐστιν ἐκ τοῦ Πατρὸς εἰ μὴ Λόγος, ὁ ἐκ καρδίας προελθὼν, καὶ ἐκ γαστρὸς γεννηθείς; οὐ γὰρ ὁ Πατὴρ Λόγος ἐστίν· οὐδὲ ὁ Λόγος Πατήρ ἐστιν· ἀλλʼ ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ ὁ μὲν ηεννᾷ, ὁ δὲ γεννᾶται.