Oratio quarta contra Arianos [Sp.]
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
1. ἘΚ Θεοῦ Θεός ἐστιν ὁ Λόγος, καὶ ‘Θεὸς’ γὰρ ‘ἦν ὁ [*](Rom. ix. 5.) Λόγος·᾿ καὶ πάλιν, ‘ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.ʼ Καὶ ἐπειδὴ ἐκ Θεοῦ Θεός ἐστι, καὶ τοῦ Θεοῦ Λόγος, Σοφία, Υἱὸς, καὶ δύναμίς ἐστιν ὁ Χριστὸς, διὰ τοῦτο εἷς Θεὸς ἐν ταῖς θείαις γραφαῖς καταγγέλλεται. Τοῦ ἑνὸς γὰρ Θεοῦ Υἱὸς ὢν ὁ Λόγος, [*](Cp. Euseb. de Eccl. Theol. i 10. Supr. 15.) εἰς αὐτὸν, οὗ καὶ ἔστιν, ἀναφέρεται· ὥστε δύο μὲν εἶναι Πατέρα καὶ Υἱὸν, μονάδα δὲ θεότητος ἀδιαίρετον καὶ ἄσχιστον. Λεχθείη δʼ ἂν καὶ οὕτω ‘μία ἀρχὴʼ θεότητος, καὶ οὐ δύο ἀρχαί· ὅθεν κυρίως [*](Dion. rom. in de Decr. Nic. 26.) καὶ ‘μοναρχία’ ἐστίν. Ἐξ αὐτῆς δὲ τῆς ἀρχῆς ἐστι φύσει Υἱὸς ὁ Λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθʼ ἑαυτὸν ὑφεστὼς, οὐδʼ ἔξωθεν ταύτης γεγονὼς, ἵνα μὴ τῇ ἑτερότητι δυαρχία καὶ πολυαρχία γένηται, ἀλλὰ τῆς μιᾶς ἀρχῆς ἴδιος Υἱὸς, ἰδία Σοφία, ἴδιος Λόγος, ἐξ αὐτῆς ὑπάρχων. Κατὰ γὰρ τὸν Ἰωάννην, ἐν ταύτῃ [*](John i. 1.) τῇ ‘ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.᾿ Θεὸς γάρ ἐστιν ἡ ἀρχή· καὶ ἐπειδὴ ἐξ αὐτῆς ἐστι, διὰ τοῦτο καὶ ‘Θεὸς ἦν ὁ Λόγος.᾿ Ὥσπερ δὲ μία ἀρχὴ. καὶ κατὰ τοῦτο εἶς Θεὸς, οὕτως ἡ τῷ ὄντι καὶ ἀληθῶς καὶ ὄντως οὖσα οὐσία καὶ ὑπόστασις [*](Exod. iii. 14. Cp. iii. 63.) μία ἐστὶν ἡ λέγουσα, ‘ Ἐγώ εἰμι ὁ ὢν,ʼ καὶ οὐ δύο, ἵνα μὴ δύο ἀρχαί· ἐκ δὲ τῆς μιᾶς, φύσει καὶ ἀληθῶς Υἱὸς, ὁ Λόγος, ἡ Σοφία, ἡ δύναμις ἰδία ὑπάρχουσα αὐτῆς, καὶ ἐξ αὐτῆς ἀχώριστος. Ὥσπερ δὲ οὐκ ἄλλη, ἵνα μὴ δύο ἀρχαὶ, οὕτως ὁ ἐκ τῆς μιᾶς [*](ii. 35.) Λόγος οὐ διαλελυμένος, ἢ ἁπλῶς φωνὴ σημαντικὴ, ἀλλὰ [*](ii. 28.) οὐσιώδης Λόγος καὶ οὐσιώδης σοφία, ἥτις ἐστὶν ὁ Υἱὸς ἀληθῶς.
2. Ἐπεὶ εἰ μὴ οὐσιώδης Σοφία, καὶ ἐνούσιος Λόγος, καὶ ὢν [*](Cp.de Syn. 41.) Υἱὸς, ἀλλὰ ἀπλῶς σοφία, καὶ λόγος, καὶ υἱὸς ἐν τῷ Πατρὶ, εἴη ἂν αὐτὸς ὁ Πατὴρ σύνθετος ἐκ σοφίας καὶ λόγου. Εἰ δὲ τοῦτο, [*](Cp. ii. 38; i. 28.) ἀκολουθήσει τὰ προειρημένα ἄτοπα· ἔσται δὲ καὶ αὐτὸς ἑαυτοῦ Πατὴρ, καὶ ὁ Υἱὸς αὐτὸς ἑαυτὸν γεννῶν, καὶ γεννώμενος ὑφʼ ἑαυτοῦ· ἢ ὄνομα μόνον ἐστὶ Λόγος, καὶ Σοφία, καὶ Υἱὸς, οὐχ ὑφέστηκε δὲ, καθʼ οὖ λέγεται ταῦτα, μᾶλλον δὲ ὅς ἐστι ταῦτα. Εἰ οὖν οὐχ ὑφέστηκεν, ἀργὰ ἂν εἴη καὶ κενὰ τὰ ὀνόματα, ἐκτὸς εἰ μὴ ἄν τις εἴποι αὐτοσοφίαν εἶναι καὶ αὐτολόγον τὸν Θεόν. Ἀλλʼ εἰ τοῦτο, εἴη ἂν αὐτὸς ἑαυτοῦ Πατὴρ καὶ Υἱός· Πατὴρ [*](Euseb. de Ecel. Th. ii. 12.) μὲν, ὅτε σοφὸς, Υἱὸς δὲ, ὅτε Σοφία. Ἀλλὰ μὴ ὡς ποιότης τις ταῦτα ἐν τῷ Θεῷ· ἄπαγε· ἀπρεπὲς τοῦτο εὑρεθήσεται γὰρ σύνθετος ὁ Θεὸς ἐξ οὐσίας καὶ ποιότητος· πᾶσα γὰρ ποιότης [*](Ep. ad Æg. 16; ad Afros, 8.) ἐν οὐσίᾳ ἐστί. Κατὰ τοῦτο δὲ ἡ θεία μονὰς, ἀδιαίρετος οὖσα, σύνθετος φανήσεται, τεμνομένη εἰς οὐσίαν καὶ συμβεβηκός. [*](Cp. i. 36 ; de Decr. Nic. 22.) Πευστέον οὖν τῶν προπετῶν· ‘Ὁ Υἱὸς Σοφία καὶ Λόγος ἐκηρύχθη τοῦ Θεοῦ· πῶς τοίνυν ἐστίν ; εἰ μὲν ὡς ποιότης, ἐδείχθη τὸ ἄτοπον· εἰ δὲ αὐτοσοφία ὁ Θεὸς, καὶ τὸ ἐκ τούτου ἄτοπον εἴρηται παρὰ Σαβελλίῳ.ʼ Οὐκοῦν ὡς γέννημα κυρίως ἐξ αὐτοῦ [*](Cp. iii. 4, 36.) τοῦ Πατρὸς, κατὰ τὸ τοῦ φωτὸς παράδειγμα. Ὡς γὰρ ἀπὸ πυρὸς φῶς, οὕτως ἐκ Θεοῦ Λόγος, καὶ Σοφία ἐκ σοφοῦ, καὶ ἐκ Πατρὸς Υἱός. Ταύτῃ γὰρ καὶ ἡ μονὰς ἀδιαίρετος καὶ ὁλόκληρος μένει, καὶ ὁ ταύτης Υἱὸς Λόγος οὐκ ἀνούσιος, οὐδὲ οὐχ ὑφεστὼς, ἀλλʼ οὐσιώδης ἀληθῶς. Ἐπεὶ εἰ μὴ τοῦτον ἔχει τὸν τρόπον, εἴη ἂν πάντα, ἃ λέγεται, κατʼ ἐπίνοιαν καὶ ἁπλῶς λεγόμενα. [*](Εἰ i. 9; ii. 37.) δὲ φευκτέον τὸ ἐκ τῆς ἐπινοίας ἄτοπον, ἄρα ἀληθὴς Λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς Πατὴρ, οὕτως ἀληθῶς Σοφία. Κατὰ τοῦτο οὖν δύο μὲν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς Πατὴρ
3. Καὶ πάλιν ὁ Χριστὸς Λόγος τοῦ Θεοῦ ἐστι. Πότερον οὖν ἀφʼ ἑαυτοῦ ὑπέστη, καὶ ὑποστὰς προσκεκόλληται τῷ Πατρί ; ἢ [*](Cp. ii. 19.) ὁ Θεὸς αὐτὸν πεποίηκε καὶ ὠνόμασεν ἑαυτοῦ ‘Λόγον’; Εἰ μὲν οὖν τὸ πρῶτον, λέγω δὴ τὸ ‘ἑαυτῷ ὑπέστη καὶ Θεός ἐστι,᾿ δύο ἂν εἶεν ἀρχαὶ, οὐκ ἔσται δὲ εἰκότως οὐδὲ τοῦ Πατρὸς ἴδιος, διὰ [*](i. 26.) τὸ μὴ αὐτοῦ τοῦ Πατρὸς, ἀλλʼ ἑαυτοῦ εἶναι· εἰ δὲ ἔξωθεν πεποίηται, εἴη ἂν κτίσμα. Λείπεται δὴ ἐξ αὐτοῦ τοῦ Θεοῦ λέγειν αὐτόν· εἰ δὲ τοῦτο, ἄλλο ἂν εἴη τὸ ἔκ τινος, καὶ ἄλλο τὸ ἐξ οὗ ἐστι· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλʼ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατὸν, καὶ γεννώμενον καὶ γεννῶν, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται. Εἰ δὲ ἐξ αὐτοῦ μὲν ἔστιν, οὐκ ἄλλο δὲ, ἔσται καὶ γεννῶν, καὶ μὴ γεννῶν· γεννῶν μὲν, ὅτι ἐξ αὐτοῦ προφέρει, μὴ γεννῶν δὲ, ὅτι μὴ ἄλλο αὐτοῦ ἐστιν. Εἰ δὲ τοῦτο, εἴη ἂν κατʼ ἐπίνοιαν λεγόμενος [*](Cp. Epiph. Hær. 72. 11.) ὁ αὐτὸς ‘Πατὴρ’ καὶ ‘Υἱός.’ Εἰ δὲ ἀπρεπὲς οὕτως, εἴη ἂν δύο, Πατὴρ καὶ Υἱός· ἓν δὲ, ὅτι ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλʼ ἐκ τοῦ Θεοῦ γεγέννηται. Εἰ δὲ φεύγει τις τὸ λέγειν ‘γέννημα,ʼ μόνον δὲ λέγει ὑπάρχειν τὸν Λόγον σὺν τῷ Θεῷ, φοβηθήτω ὁ τοιοῦτος μὴ. φεύγων τὸ ὑπὸ τῆς γραφῆς λεγόμενον, ἐμπέσῃ εἰς ἀτοπίαν, διφυῆ τινα εἰσάγων τὸν Θεόν· μὴ διδοὺς γὰρ ἐκ τῆς μονάδος εἶναι τὸν Λόγον, ἀλλʼ ἁπλῶς κεκολλῆσθαι τῷ Πατρὶ [*](Cp. iii. 3.) Λόγον, δυάδα οὐσίας εἰσάγει, μηδετέραν τῆς ἑτέρας Πατέρα τυγχάνουσαν. Τὸ αὐτὸ δὲ καὶ περὶ δυνάμεως. Φανερώτερον δʼ ἄν τις ἴδοι τοῦτο, εἰ ἐπὶ Πατρὸς λάβοι· εἰς γὰρ Πατὴρ, καὶ [*](Cp. the Quicunque, 24.) οὐ δύο, ἀλλʼ ἐκ τοῦ ἑνὸς ὁ Υἱός. Ὥσπερ οὖν οὐ δύο Πατέρες. ἀλλʼ εἶς, οὕτως οὐ δύο ἀρχαὶ, ἀλλὰ μία, καὶ ἐκ τῆς μιᾶς οὐσιδης ὁ Υἱός. Πρὸς Ἀρειανοὺς δὲ ἀνάπαλιν ἐρωτητέον· τοὺς μὲν γὰρ Σαβελλίζοντας ἀπὸ τῆς περὶ υἱοῦ ἐννοίας ἐλεγκτέον, τοὺς δὲ Ἀρειανοὺς ἀπὸ τῆς περὶ πατρός.
4. Λεκτέον οὖν· Ὁ Θεὸς σοφὸς καὶ οὐκ ἄλογός ἐστιν, ἢ τοὐναντίον ἄσοφος καὶ ἄλογος ; Εἰ μὲν οὖν τὸ δεύτερον, αὐτόθεν ἔχει τὴν ἀτοπίαν· εἰ δὲ τὸ πρῶτον, ἐρωτητέον, πῶς ἐστι σοφὸς, καὶ οὐκ ἄλογος· πότερον ἔξωθεν ἐσχηκὼς τὸν Λόγον καὶ τὴν σοφίαν, ἢ ἐξ ἑαυτοῦ; Εἰ μὲν οὖν ἔξωθεν, ἔσται τις ὁ προδεδωκὼς αὐτῷ, καὶ πρὶν λαβεῖν ἄσοφος καὶ ἄλογος· εἰ δὲ ἐξ αὐτοῦ, δῆλον ὅτι οὐκ ‘ἐξ οὐκ ὄντων, οὐδʼ ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿ ἀεὶ γὰρ ἦν· ἐπεὶ καὶ οὗ ἐστιν εἰκὼν, ἀεὶ ὑπάρχει. Ἐὰν δὲ [*](Cp. iii. 28.) λέγωσιν ὅτι ‘σοφὸς μὲν ἔστι καὶ οὐκ ἄλογος, ἰδίαν δὲ ἔχει ἐν [*](Cp. i. 5.) ἑαυτῷ σοφίαν καὶ ἴδιον Λόγον, οὐ τὸν Χριστὸν δὲ, ἀλλʼ ἐν ᾦ καὶ τὸν Χριστὸν ἐποίησεʼ λεκτέον, ὅτι, εἰ ὁ Χριστὸς ἐν ἐκείνῳ τῷ Λόγῳ γέγονε, δῆλον ὅτι καὶ τὰ πάντα· καὶ αὐτὸς ἃν εἴη περὶ οὗ λέγει Ἰωάννης, ‘πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ ὁψαλμῳδὸς δὲ, [*](John i. 3.) ‘πάντα ἐν σοφίᾳ ἐποίησας.᾿ Εὑρεθήσεται δὲ ὁ Χριστὸς ψευδό. [*](Ps. ciii. 24.) μενος, ‘ἐγὼ ἐν τῷ Πατρὶ,᾿ ὄντος ἑτέρου ἐν τῷ Πατρί. Καὶ, ‘ὁ Λόγος δὲ σὰρξ ἐγένετο,ʼ οὐκ ἀληθὲς κατʼ αὐτούς· εἰ γὰρ, ἐν ᾧ τὰ πάντα ἐγένετο, αὐτὸς ἐγένετο σὰρξ, ὁ δὲ Χριστὸς οὐκ ἔστιν ἐν τῷ Πατρὶ Λόγος, δι᾿ οὗ τὰ πάντα ἐγένετο, ἄρα ὁ Χριστὸς οὐ γέγονε σὰρξ, ἀλλʼ ἴσως ὠνομάσθη ‘Λόγος’ ὁ Χριστός. Καὶ εἰ τοῦτο, πρῶτον μὲν ἄλλος ἂν εἴη παρὰ τὸ ὄνομα· ἔπειτα οὐ δι᾿ αὐτοῦ ἐγένετο τὰ πάντα, ἀλλʼ ἐν ἐκείνῳ, ἐν ᾦ καὶ ὁ Χριστός. Εἰ δὲ φήσαιεν, ὡς ποιότητα εἶναι ἐν τῷ Πατρὶ τὴν [*](c. 2.) σοφίαν, ἢ αὐτοσοφίαν εἶναι, ἀκολουθήσει τὰ ἐν τοῖς ἔμπροσθεν ἄτοπα εἰρημένα. Ἔσται γὰρ σύνθετος, καὶ αὐτὸς ἑαυτοῦ Υἱὸς καὶ Πατὴρ γινόμενος. Πλὴν ἐλεγκτέον καὶ δυσωπητέον αὐτοὺς, ὅτι ὁ ἐν τῷ Θεῷ Λόγος οὐκ ἂν εἴη κτίσμα, οὐδὲ ἐκ τοῦ μὴ ὄντος· ὄντος δὲ ἅπαξ ἐν Θεῷ Λόγου, αὐτὸς ἂν εἴη ὁ Χριστὸς ὁ λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,ʼ ὁ διὰ τοῦτο καὶ μονογενὴς ὢν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος Υἱὸς, ὅς ἐστι Λόγος, σοφία, δύναμις· οὐ γὰρ σύνθετος ἐκ τούτων ὁ Θεὸς, ἀλλὰ γεννητικός. Ὥσπερ γὰρ τὰ κτίσματα [*](iii. 66.) Λόγῳ δημιουργεῖ, οὕτω κατὰ φύσιν τῆς ἰδίας οὐσίας ἔχει γέννημα τὸν Λόγον, διʼ οὗ καὶ δημιουργεῖ, καὶ κτίζει, καὶ οἰκονομεῖ τὰ πάντα. Τῷ γὰρ Λόγῳ καὶ τῇ Σοφίᾳ τὰ πάντα γέγονε, καὶ τῇ δτατάξει αὐτοῦ διαμένει τὰ σύμπαντα. Τὸ αὐτὸ δὲ καὶ περὶ ‘Υἰοῦ·’ εἰ ἄγονος, καὶ ἀνενέργντος ὁ Θεός· γέννημα γὰρ αὐτοῦ [*](Ps. cxviii. 91.)
5. Ἐκ τοῦ Δευτερονομίου· ‘Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον.᾿ Ἐκ τούτου δυνατὸν εἰδέναι τὴν διαφορὰν, καὶ γνῶναι ὅτι οὐκ ἔστι κτίσμα ὁ Υἱὸς [*](John x. 30.) τοῦ Θεοῦ. Ὁ μὲν γὰρ Υἱὸς λέγει, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·᾿ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ τὰ δὲ γενητὰ, ὅτʼ ἂν προκόπτῃ, πρόσκειται τῷ Κυρίῳ. Ὁ μὲν γὰρ [*](i. 20.) Λόγος, ὡς ἴδιος, ἐν τῷ Πατρί ἐστι· τὰ δὲ γενητὰ, ἔξωθεν ὄντα, πρόσκειται, ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα. [*](i. 26.) Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει, ἕν ἐστι μετὰ τοῦ γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει. [*](Deut. iv. 7.) Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι ‘ποῖον ἔθνος μέγα, ᾧ ἐστιν [*](Jer. xxiii. 23.) αὐτῷ Θεὸς ἐγγίζων;ʼ καὶ ἀλλαχοῦ, ‘Θεὸς ἐγγίζων ἐγώ·ʼ τοῖς γὰρ γενητοῖς ἐγγίζει, ὡς ξένοις αὐτοῦ οὖσι· τῷ δὲ Υἱῷ, ὡς ἰδίῳ, οὐκ ἐγγίζει, ἀλλʼ ἐν αὐτῷ ἐστι· καὶ ὁ Υἱὸς οὐ πρόσκειται, ἀλλὰ σύνεστι τῷ Πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ [*](Deut. xiii. 4.) Δευτερονομίῳ, ‘τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε.᾿ [*](To c. 9.) Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.
6. Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρειανῶν, [*](Matt. xxviii. 18.) διὰ τὸ ὑπονοεῖν τὸν Κύριον ἐνδεᾶ, ὅταν λέγῃ, ‘ἐδόθη μοι,᾿ [*](Phil. ii. 9. Eph. i. 20.) καὶ ἐὰν λέγῃ ὁ Παῦλος, ‘διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν,ʼ καὶ, ‘ἐκάθισεν ἐν δεξιᾷ,ʼ καὶ τὰ τοιαῦτα, λεκτέον ὅτι ὁ [*](Qu. καὶ Υὶὸς γεγ νἱὸς.) Κύριος ἡμῶν, Λόγος ὢν Υἱὸς τοῦ Θεοῦ, ἐφόρεσε σῶμα, καὶ γέγονε καὶ υἱὸς ἀνθρώπου, ἵνα, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων, τὰ μὲν Θεοῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ Θεῷ διακονῇ. [*](Cp. iii. 54.) Ὅταν οὖν λέγηται πεινᾷν, καὶ δακρύειν, καὶ κοπιᾷν, καὶ ‘Ἐλωῒ, [*](Al. τὰ πάθη.) Ἐλωῒ,’ ἀνθρώπινα ὄντα καὶ ἡμέτερα πάθη δέχεται παρʼ ἡμῶν, καὶ τῷ Πατρὶ ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ [*](Matt. xxviii. 18.) ἐξαφανισθῇ· ὅταν δὲ, ὅτι ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘ἔλαβον,ʼ [*](John. x. 18.) καὶ, ‘διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν ὁ Θεὸς,ʼ τὰ παρὰ τοῦ Θεοῦ [*](Cap. i. 38—43.) εἰς ἡμᾶς ἐστι χαρίσματα διʼ αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ Λόγος ἐνδεὴς ἦν, ἢ γέγονε πώποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα· διὰ δὲ τοῦ Λόγου δίδοται ἡμῖν· διὰ τοῦτο, ὡς αὐτῷ ‘διδόμενα,ʼ ἡμῖν μεταδίδοται· διὰ τοῦτο γὰρ
7. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν, [*](Cp. ii. 55. ad. Epiet. 6.) καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι· οὕτω τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ Θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ Κύριος, πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς·᾿ [*](Cp. John xvii 7-9.) καὶ πάλιν, ‘ὑπὲρ αὐτῶν ἐρωτῶ.’ Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος, καὶ ἐδίδου ἃ ἐλάμβανεν. Ἐπειθὴ οὖν, συναφθέντος τοῦ Λόγου τῷ ἀνθρώπῳ, εἰς τὸν Λόγον ἀποβλέπων ἐχαρίζετο ὁ Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο αὐτῷ τῷ Λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ ‘διδόμενάʼ ἐστιν, ἃ διʼ αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ διʼ ἡμᾶς ἐνηνθρώπησεν αὐτὸς, οὕτως ἡμεῖς διʼ αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον εἰ, ὥσπερ διʼ ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, καὶ διʼ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. ‘ Ἐχαρίσατοʼ οὖν ‘αὐτῷ,᾿ ἀντὶ τοῦ ‘ἡμῖν διʼ αὐτὸνʼ καὶ ‘ὑπερύψωσεν,ʼ ἀντὶ τοῦ ‘ἡμᾶς ἐν αὐτῷ.᾿ Καὶ αὐτὸς δὲ ὁ Λόγος, ἡμῶν ὑψουμένων, καὶ λαμβανόντων, καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος, καὶ λαμβάνων, καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πατρὶ, τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων, καὶ λέγων, ‘πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς.᾿
8. Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται, ἀρχὴν τοῦ εἶναι τῷ Υἱῷ διδόντες, προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν [*](Cp. de Syn. 25.) βασιλείας· ἔστι δὲ γελοῖον· ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ Υἱῷ, πρόδηλον ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ· ὥστε ὁμολογοῦντες ὃ ἀρνοῦνται, τυφλώττουσι. Καὶ πάλιν οἱ [*](c. 2.) λέγοντες μόνον ὄνομα εἶναι ‘Υἱοῦ,᾿ ἀνούσιον δὲ καὶ ἀνυπόστατον εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τουτέστι τὸν Λόγον τοῦ Πατρὸς, προσποιοῦνται ἀγανακτεῖν κατὰ τῶν λεγόντων, ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿ ἔστι δὲ καὶ τοῦτο γελοῖον· οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ μὴ διδόντες, ἀγανακτοῦσι κατὰ τῶν κᾂν χρόνῳ διδόντων. Καὶ οὗτοι οὖν ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις, ὁμολογοῦσι. Πάλιν τε οἱ περὶ Εὐσέβιον, Υἱὸν ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι φύσει Λόγον, καὶ κατʼ ἐπίνοιαν ‘Λόγον’ λέγεσθαι τὸν Υἱὸν βούλονται· οἱ δὲ ἕτεροι, Λόγον ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι Υἱὸν, καὶ κατʼ ἐπίνοιαν ‘Υἱὸν᾿ λέγεσθαι τὸν [*](To. c. 11.) Λόγον βούλονται, ἐξ ἴσου κενοβατοῦντες.
9. ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν Τὰ δύο ἓν εἶναί φατε, ἢ [*](Cp. iii. 4.) τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθὲν, καὶ μηδέτερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ [*](c. 2.) ἓν διώνυμον, Σαβελλίου τὸ ἐπιτήδευμα, τὸν αὐτὸν Υἱὸν καὶ Πατέρα λέγοντος, καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν ‘Υἱὸς,’ τὸν Πατέρα, ὅτε δὲ ‘Πατὴρ,’ τὸν Υἱόν. Εἰ δὲ τὰ δύο ἓν, ἀνάγκη [*](Cp. i. 9.) δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα, καὶ κατὰ τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς εἶναι τὸν Λόγον· ὥστε δύο μὲν εἶναι, ὅτι Πατήρ ἐστι καὶ Υἱὸς, ὅ ἐστι Λόγος, ἓν δὲ, ὅτι εἴς Θεός. Εἰ γὰρ μὴ οὕτως ἐστὶν, ἔδει εἰπεῖν, ἐγώ εἰμι ὁ Πατὴρ,ʼ ἣ. ‘ἐγὼ καὶ ὁ Πατήρ εἰμι.᾿ Νῦν δὲ ἐν τῷ ‘ἐγὼ,᾿ τὸν Υἱὸν σημαίνει· ἐν δὲ τῷ καὶ ὁ Πατὴρ,᾿ τὸν γεννήσαντα· ἐν δὲ τῷ ‘ἓν,’ τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον [*](c. 2.) αὐτοῦ. Οὐ γὰρ καθʼ Ἕλληνας ὁ αὐτὸς σοφὸς καὶ σοφία ἐστὶν, ἢ ὁ αὐτὸς Πατὴρ καὶ Λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ πατέρα εἶναι· ἡ δὲ θεία διδασκαλία οἶδε Πατέρα καὶ Υἱὸν, καὶ σοφὸν καὶ σοφίαν, καὶ Θεὸν καὶ Λόγον· καθόλου μέντοι φυλάττει [*](iii. 6. 16.) ἀδιαίρετον, καὶ ἀδιάσπαστον, καὶ ἀμέριστον κατὰ πάντα.
10. Ἐὰν δὲ, ὅτι δύο ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἀκούων τις διαβάλλοι, ὡς ‘δύο θεῶνʼ καταγγελλομένων (τοιαῦτα γάρ τινες ἑαυτοῖς ἀναπλάττονται, καὶ εὐθέως γελῶσιν, ὅτι ‘δύο θεοὺς λέγετε’)· λεκτέον πρὸς τοὺς τοιούτους· Εἰ ὁ Πατέρα καὶ Υἱὸν γινώσκων δύο θεοὺς λέγει, ὥρα καὶ τὸν λέγοντα ‘ἕνα,’ ἀναιρεῖν τὸν Υἱὸν, καὶ Σαβελλίζειν. Εἰ γὰρ ὁ λέγων ‘δύο’ Ἑλληνίζει, οὐκοῦν ὁ λέγων ‘ἓν’ Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο, ἀλλʼ ὥσπερ ὁ λέγων ‘Πατέρα καὶ Υἱὸν δύοʼ ἕνα Θεὸν λέγει, οὕτως ὁ λέγων ‘ἕνα Θεὸν δύο φρονείτω Πατέρα καὶ Υἱὸν, ἕν [*](Cp. Quicun- que, 3, 16.) ὄντας τῇ θεότητι, καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον καὶ ἀδιαίρετον καὶ ἀχώριστον εἶναι τὸν Λόγον ἀπὸ τοῦ Πατρός. ἔστω δὲ παράδειγμα ἀνθρώπινον, τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ.
11. Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσι· [*](c. 8.) κἀκεῖνοι γάρ φασι διʼ ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, [*](Cp. ii. 24, 30.) ὥσπερ τοῦ Θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἣ ‘προβάληται’ κατʼ ἐκείνους, ἢ ‘κτίσῃ’ κατὰ τούτους. Ἀρειανοὶ μὲν οὖν πλέον ἡμῖν ἢ τῷ Υἱῷ χαρίζοντι· οὐ γὰρ ἡμεῖς δι᾿ ἐκεῖνον, φασὶν, ἀλλʼ ἐκεῖνος διʼ ἡμᾶς γέγονεν· εἴγε διὰ τοῦτο ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι᾿ αὐτοῦ κτίσῃ ὁ Θεός. Οὕτοι δὲ, ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες, ἔλαττον τῷ Θεῷ ἢ ἡμῖν διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιωπῶντες μὲν, ἐνθυμούμενοι δὲ, ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυμήσεως καὶ εἰδωλοποιεῖσθαι· τὸν δὲ Θεὸν σιωπῶντα μὲν ἀνενέργητον, λαλοῦντα δὲ ἰσχύειν αὐτὸν βούλονται· εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν, λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ Λόγος, ἐν τῷ Θεῷ ὢν, τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύνασθαι. Εἰ μὲν οὖν ἀτελὴς ἦν, ἐν Θεῷ ὢν, γεννηθεὶς δὲ τέλειος γέγονεν, ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε διʼ ἡμᾶς γεγέννηται· δι᾿ [*](iii. 51.) ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν. Εἰ δὲ τέλειος ἦν ἐν Θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ· ἐδύνατο γὰρ, καὶ ἐν Πατρὶ ὢν, δημιουργεῖν· ὥστε ἢ οὐ γεγέννηται, ἢ γεγέννηται οὐ διʼ ἡμᾶς, ἀλλʼ ὅτι ἀεὶ ἐκ τοῦ Πατρός ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν, ἀλλὰ τὸ ‘ἐκ ΘΕοῦ’ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν.
[*](Nic. Cr.)12. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Πατρὸς τολμῶντες φανήσονται. Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι, λαλήσαντα. Καὶ πόθεν προσείληφε; καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο, ἔχων ἐν ἑαυτῷ τὸν Λόγον, ποιεῖν, περιττῶς γεννᾷ, δυνάμενος καὶ σιωπῶν ποιεῖν. Ἔπειτα, εἰ πρὸ τοῦ γεννηθῆναι ἐν τῷ Θεῷ ἦν ὁ Λόγος, ἄρα γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ Θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν [*](John xiv. 10.) λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί;’ Εἰ δὲ νῦν ἐν τῷ Πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ Πατρὶ, ὥσπερ καὶ νῦν ἐστι, [*](Cp. Euseb. c. Marc. ii. 2. 40.) καὶ περιττὸν τὸ λέγειν, ‘Διʼ ἡμᾶς γεγέννηται, καὶ μεθʼ ἡμᾶς ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν.᾿ Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν, οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλʼ ἔστιν ὥσπερ ἦν ἀεὶ, καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων· ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται. Εἰ γὰρ, ὅπερ ἦν τοῦτʼ ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὢν, δῆλον ὅτι οὐκ ἔστι νῦν ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· εἰ ἐν Θεῷ ἦν πρότερον, καὶ μετὰ ταῦτα πάλιν ἔσται, δῆλον ὅτι οὐκ ἔστι νῦν ἐν τῷ Θεῷ ὁ Λόγος. Ἀλλʼ ἐλέγχει τούτους ὁ Κύριος, λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ οὕτω γάρ ἐστι νῦν, ὥσπερ ἦν ἀεί. Εἰ δὲ οὕτω νῦν ἐστιν, ὥσπερ ἦν ἀεὶ, δῆλον ὅτι οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτὲ μὲν ἐν Θεῷ ἡσυχία [*](Cp. i. 14, 21. 28. Cp. c. 9.) ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλʼ ἔστιν ἀεὶ Πατὴρ, καὶ Υἱὸς ὁ τούτου Λόγος, οὐκ ὀνόματι μόνον ‘Λόγος,’ οὐδὲ κατʼ ἐπίνοιαν ‘Υἱὸς’ ὁ Λόγος, ἀλλʼ ὑπάρχων ὁμοούσιος τῷ Πατρὶ, οὐ διʼ ἡμᾶς γεννηθεὶς, ἡμεῖς γὰρ δι᾿ ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι᾿ ἡμᾶς ἐγεννήθη, καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει αὐτοῦ συνέστηκεν ἡ κτίσις, ἀνατρέχει δὲ ἵνα ᾖ ὅπερ πρότερον ἦν, πρῶτον μὲν ἔσται πάλιν μὴ γεννώμενος ὁ γεννηθείς. Εἰ γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ Θεῷ, σιωπήσει πάλιν ὁ Θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν, σιωπῶντος αὐτοῦ, ἡσυχία, καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις. Ὥσπερ γὰρ προελθόντος τοῦ Λόγου, γέγονεν ἡ κτίσις, καὶ ὑπῆρξεν, [*](c. 14. 25.) οὕτω παλινδρομοῦντος τοῦ Λόγου, οὐχ ὑπάρξει ἡ κτίσις. Τίς οὖν χρεία τοῦ γενέσθαι, εἰ παύσεται; ἢ τί καὶ ἐλάλει ὁ Θεὸς, ἵνα μετὰ ταῦτα σιωπήσῃ; τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται; τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελε; Τί δὲ πάλιν
13. Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε, διαβεβαιουμένων [*](ii. 11.) ‘συστέλλεσθαιʼ καὶ πάλιν ‘ἐκτείνεσθαι᾿ τὸν Θεὸν μετὰ τῆς [*](De Syn. 27. s. 6. Cp. Euseb. Ecel. Th. ii. 6. 2 ; iii. 4. 2 ; Epiph. Haer. 72. 10.) κτίσεως, καὶ ἀπείρως παύεσθαι, Τὸ γὰρ πλατυνόμενον ἀπὸ στενότητος πλατύνεται, καὶ τὸ ἐκτεινόμενον συνεσταλμένον ἐκτείνεται· καὶ αὐτὸ μὲν ἔστι, πλέον δὲ οὐδὲν ἢ πάθος ὑπομένει. Εἰ τοίνυν ἡ μονὰς, πλατυνθεῖσα, γέγονε τριὰς, ἡ δὲ μονάς ἐστιν ὁ Πατὴρ, τριὰς δὲ Πατὴρ, Υἱὸς, ἅγιον Πνεῦμα, πρῶτον μὲν πλατυνθεῖσα ἡ μονὰς, πάθος ὑπέμεινε, καὶ γέγονεν ὅπερ οὐκ [*](Cp. i. 17.) ἦν· ἐπλατύνθη γὰρ, οὐκ οὖσα πλατεῖα· ἔπειτα εἰ αὐτὴ ἡ μονὰς ἐπλατύνθη εἰς τριάδα, τριὰς δέ ἐστι Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ὁ αὐτὸς ἄρα Πατὴρ γέγονε καὶ Υἱὸς καὶ Πνεῦμα κατὰ Σαβέλλιον· ἐκτὸς εἰ μὴ ἡ λεγομένη παρ᾿ αὐτῷ μονὰς ἄλλο τί [*](c. 2.) ἐστι παρὰ τὸν Πατέρα· οὐκ ἔτι οὖν ‘πλατύνεσθαιʼ ἔδει λέγειν, ἀλλʼ ἡ μονὰς τριῶν ποιητικὴ, ὥστε εἶναι μονάδα, εἶτα καὶ [*](Cp. de Syn. 45.) Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα. Εἰ γὰρ ἐπλατύνθη αὕτη, καὶ ἐξέτεινεν ἑαυτὴν, αὐτὴ ἂν εἴη ὅπερ ἐξετάθη. Καὶ τριὰς μὲν, πλατυνθεῖσα, οὐκ ἔτι μονάς ἐστι· μονὰς δὲ οὖσα, οὔπω ἦν τριάς. Καὶ ὁ Πατὴρ ἄρα ὢν οὔπω ἦν Υἱὸς καὶ Πνεῦμα· γενόμενος δὲ ταῦτα, οὐκ ἔτι Πατὴρ μόνον ἐστί. Ταῦτα δὲ καταψευδόμενος ἄν τις εἴποι, τοῦ Θεοῦ σῶμα καὶ παθητὸν αὐτὸν εἰσάγων· τί γάρ ἐστι πλατύνεσθαι ἢ πάθος τοῦ πλατυνομένου ; ἢ τί ἐστι [*](Cp. i. 16.) τὸ πλατυνόμενον, ἢ τὸ πρότερον μὴ τοιοῦτον, ἀλλὰ στενὸν τυγχάνον ; ταὐτὸν γάρ ἐστι, χρόνῳ μόνον διαφέρον ἑαυτοῦ.
14. Τοῦτο καὶ ὁ θεῖος γινώσκει ἀπόστολος, πρὸς Κορινθίους ἐπιστέλλων, ‘Μὴ στενοχωρεῖσθε ἐν ἡμῖν· πλατύνθητε δὲ καὶ [*](2 Cor. vi. 12.) ὑμεῖς, Κορίνθιοι· τοὺς γὰρ αὐτοὺς ἀπὸ στενότητος εἰς πλατυσμὸν μεταβάλλειν συμβουλεύει, Ὥσπερ δὲ εἰ ἐπλατύνθησαν πάλιν Κορίνθιοι καὶ στενοχωρούμενοι, οὐκ ἄλλοι ἐτύγχανον, ἀλλὰ πάλιν ἦσαν Κορίνθιοι, οὕτως εἰ ὁ Πατὴρ ἐπλατύνθη εἰς τριάδα, ἡ τριὰς πάλιν ἐστὶν ὁ Πατὴρ μόνος. Τὸ αὐτὸ δὲ πάλιν Φνσὶν, ‘ἡ καρδία ἡμῶν πεπλάτυνται·᾿ καὶ ὁ Νῶε γέγει, [*](Ib. 11.) ‘Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ· ᾿ ἡ αὐτὴ γὰρ καρδία καὶ ὁ αὐτὸς [*](Gen. ix)
15. Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ ‘πλατύνεσθαιʼ λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολμῶσι διαιρεῖν Λόγον καὶ Υἱὸν, καὶ λέγειν ἄλλον μὲν εἶναι τὸν Λόγον, ἕτερον δὲ τὸν Υἱὸν, καὶ πρότερον μὲν εἶναι τὸν Λόγον, εἶτα τὸν Υἱόν· φέρε, καὶ περὶ τούτων ἴδωμεν. Ἔστι [*]((1.)) δὲ τούτων διάφορος ἡ τόλμα. Οἱ μὲν γὰρ τὸν ἄνθρωπον, ὃν [*]((2.)) ἀνέλαβεν ὁ Σωτὴρ, αὐτὸν εἶναι τὸν Υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν Λόγον, Υἱὸν τότε γεγενῆσθαι, [*]((3.)) ὅτε συνήφθησαν· ἄλλοι δέ εἰσιν οἱ λέγοντες, αὐτὸν τὸν Λόγον τότε Υἱὸν γεγενῆσθαι, ὅτε ἐνηνθρώπησεν· ‘Ἀπὸ γὰρ
16. Εἰ μὲν οὖν ποίημα καὶ ὁ Υἱὸς, καλῶς ἂν ὕστερον Πατὴρ καὶ ἐπʼαὐτοῦ· εἰ δὲ οὐ ποίημα ὁ Υἱὸς, ἀεὶ ἄρα ὁ Πατὴρ, ἀεὶ καὶ ὁ Υἱός. Εἰ δὲ ἀεὶ ὁ Υἱὸς, αὐτὸς ἂν εἴη ὁ λόγος. Εἰ γὰρ μὴ Υἱὸς εἴη ὁ Λόγος, καὶ τοῦτό τις ἀποτολμῶν εἴποι, ἢ τὸν Λόγον ‘Πατέραʼ λέγει, ἢ τὸν Υἱὸν κρείττονα τοῦ λόγου. Τοῦ γὰρ Υἱοῦ ‘ἐν κόλποις ὄντος τοῦ Πατρὸς,’ ἀνάγκη ἢ μὴ εἶναι πρὸ Υἱοῦ τὸν [*](John i. 18.) Λόγον· οὐδὲν γάρ ἐστι πρὸ τοῦ ὄντος ἐν τῷ Πατρί· ἢ εἰ ὁ Λόγος ἄλλος ἐστὶ παρὰ τὸν Υἱὸν, ὁ Λόγος ἂν εἴη ὁ Πατὴρ, ἐν ᾧ ἐστιν ὁ Υἱός. Εἰ δὲ οὐκ ἔστιν ὁ Λόγος Πατὴρ, ἀλλὰ λόγος, ἐκτὸς ἂν εἴη ὁ Λόγος τοῦ Πατρὸς, ὄντος τοῦ Υἱοῦ ἐν τοῖς κόλποις τοῦ Πατρός. Οὐ γὰρ ἀμφότερα, ὅ τε Λόγος καὶ ὁ Υἱὸς, ἐν τοῖς κόλποις, ἀλλʼ ἕνα εἶναι δεῖ, καὶ τοῦτον τὸν Υἱὸν, ὅς ἐστι μονογενής. Καὶ πάλιν, εἰ ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, κρείττων εὑρεθήσεται ὁ Υἱὸς τοῦ Λόγου· ‘οὐδεὶς γὰρ γινώσκει [*](Matt. xi. 27.) τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς,’ οὐχ ‘ὁ Λόγος.’ Ἢ τοίνυν οὐκ οἶδεν ὁ Λόγος, ἢ εἰ οἶδε, ψεῦδος τὸ ‘οὐδεὶς γινώσκει. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, καὶ, ‘ἐγὼ καὶ [*](John xiv. 9; x. 30.) ὁ Πατὴρ ἕν ἐσμεν Υἱοῦ γάρ εἰσι φωναὶ, καὶ οὐ Λόγου κατ᾿ αὐτούς· δῆλον δὲ ἀπὸ τῶν εὐαγγελίων. Κατὰ γὰρ τὸν Ἰωάννην, λέγοντος τοῦ Κυρίου, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἐβάστασαν [*](Ib. x. 30—38.)
17. Οὁ μὲν οὖν Ἰουδαῖοι ἐν τῷ ἀκοῦσαι ‘ἓν’ ἐνόμιζον κατὰ Σαβέλλιον αὐτὸν εἰρηκέναι εἶναι τὸν Πατέρα· ὁ δέ γε Σωτὴρ ἡμῶν συλλογίζεται μὲν αὐτῶν τὴν ἁμαρτίαν, ὅτι ‘εἰ καὶ Θεὸν εἶπον, ἔδει ὑμᾶς εἰδέναι τὸ γεγραμμένον, Ἐγὼ εἶπα, θεοί ἐστε·᾿ εἶτα τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν’ σαφηνίζων, ἐν τῷ Υἱῷ τὴν πρὸς τὸν Πατέρα ἑνότητα ἀποδέδωκε λέγων, ‘ὅτι εἶπον, Υἱός εἰμι τοῦ Θεοῦ.᾿ Εἰ γὰρ τῇ λέξει οὐκ εἶπεν, ἀλλὰ τὴν διάνοιαν τοῦ ‘ἕν ἐσμεν ἀποδέδωκε τῷ Υἱῷ. Οὐδὲν γὰρ ἓν πρὸς τὸν Πατέρα, εἰ μὴ τὸ ἐξ αὐτοῦ. Τί δ᾿ ἂν εἴη τὸ ἐξ αὐτοῦ ἢ ὁ Υἱός ; Ἐπιφέρει γοῦν, ‘ἵνα γινώσκητε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Τὸ γὰρ ‘ἓν’ ἐπεξηγούμενος, οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλʼ ἐν τῷ αὐτὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τὴν συνάφειαν καὶ τὸ ἀχώριστον. [*](Cp. iii. 4.) Καὶ γὰρ καὶ Σαβέλλιον ἐν τούτῳ ἀνατρέπει, ἐν τῷ εἰπεῖν οὐχ, ‘ὁ Πατήρ εἰμι,᾿ ἀλλὰ, ‘ὁ Υἱὸς τοῦ Θεοῦ·᾿ καὶ Ἄρειον ἐν τῷ εἰπεῖν, ‘ἕν ἐσμεν.᾿ Εἰ τοίνυν ὁ Υἱὸς ἄλλο, καὶ ὁ Λόγος ἄλλο, οὐχ ὁ Λόγος ἕν ἐστι πρὸς τὸν Πατέρα, ἀλλʼ ὁ Υἱός· οὐδὲ ὁ τὸν Λόγον ‘ἑωρακὼς ἑώρακε τὸν Πατέρα,ʼ ἀλλʼ ὁ τὸν Υἱόν. Τούτων δὲ δεικνυμένων, ἢ μείζων ὁ Υἱὸς τοῦ Λόγου, ἢ πλεῖον οὐδὲν ὁ Λόγος τοῦ Υἱοῦ ἔχει. Τί γὰρ μεῖζον ἢ τελειότερον τοῦ ‘ἓν,ʼ καὶ τοῦ ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν
18. Ἴσως μὲν οὖν ἂν εἴποιεν ἀναιδῶς, μὴ Υἱοῦ. ἀλλὰ Λόγου εἶναι τὴν φωνὴν ταύτην. Ἀλλʼ ἐν τοῖς ἀνωτέρω λεχθεῖσι δῆλον ἐγένετο ὅτι Υἱός ἐστιν ὁ λέγων. Ὁ γὰρ λέγων ἐνταῦθα, ‘οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι,᾿ δείκνυται οὐκ ἄλλος εἶναι ἢ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. Φησὶ γὰρ ἐν τοῖς ἔμπροσθεν ὁ αὐτὸς Ἰωάννης, ‘Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, [*](Ib. iii. 16-19.) ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπʼ αὐτὸν μὴ ἀπόληται, ἀλλʼ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἴνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ, Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.᾿ Εἰ ὁ λέγων, ‘οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλʼ ἵνα σώσω αὐτὸν,ʼ αὐτός ἐστιν ὁ λέγων, ‘ὁ θεωρῶν ἐμὲ, [*](Ib. xii. 45.) θεωρεῖ τὸν πέμψαντά με·᾿ ὁ δὲ ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ μὴ κρῖναι αὐτὸν, ὁ μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ· δῆλον ὅτι ὁ αὐτὸς Υἱός ἐστιν ὁ λέγων, ‘ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με.᾿ Καὶ γὰρ ὁ λέγων, ‘ὁ πιστεύων εἰς ἐμὲ,’ καὶ, ‘ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, ἐγὼ οὐ κρίνω αὐτὸν,᾿ αὐτός ἐστιν ὁ Υἱὸς, περὶ οὗ ταῦτά φησιν, ‘ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς
19. Καὶ τούτου τοίνυν δειχθέντος, δῆλον ὅτι Υἱός ἐστιν ὁ Λόγος. Εἰ δὲ ὁ Υἱός ἐστι τὸ φῶς τὸ εἰς τὸν κόσμον ἐληλυθὸς, ἀναντιῤῥήτως διὰ τοῦ Υἱοῦ ὁ κόσμος ἐγένετο. Ἐν γὰρ τῇ ἀρχῇ τοῦ εὐαγγελίου περὶ τοῦ βαπτιστοῦ λέγων Ἰωάννου ὁ εὐαγγελιστής φησιν, ‘οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός·᾿ Ἦν γὰρ, ὡς προέφημεν, ‘τὸ φῶςʼ αὐτὸς ὁ Χριστὸς ‘τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον.’ Εἰ γὰρ ‘ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο,’ ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν Λόγον τοῦ Θεοῦ, περὶ οὗ καὶ πάντα διʼ αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθήσονται λέγειν, ἵνʼ ὁ μὲν δι᾿ Υἱοῦ, ὁ δὲ διὰ τοῦ Λόγου εἴη γεγονώς· ἢ, εἰ εἷς ἐστιν ὁ κόσμος καὶ μία ἡ κτίσις, ἀκόλουθον καὶ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν καὶ Λόγον πρὸ πάσης κτίσεως· δι᾿ αὐτοῦ γὰρ γέγονεν. Οὐκοῦν εἰ ὡς διὰ τοῦ Λόγου, οὕτω καὶ διὰ Υἱοῦ τὰ πάντα γέγονεν, οὐδὲν ἐναντίον φανήσεται, ἀλλὰ καὶ ταὐτὸν εἴη ἂν εἰπεῖν, ὡς ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος,ʼ ἐν ἀρχῇ ἦν ὁ Υἱός. Εἰ δὲ, ὅτι μὴ εἶπεν ὁ Ἰωάννης, ‘ἐν ἀρχῇ ἦν ὁ Υἱὸς,᾿ οὐχ ἁρμόζειν φήσουσι τῷ Υἱῷ τὰ τοῦ Λόγου, ὥρα καὶ τὰ τοῦ [*](Ib. x. 30.) Υἱοῦ μὴ ἁρμόζειν τῷ Λόγῳ. Τοῦ δὲ Υἱοῦ ἐδείχθη τὸ ‘ἐγὼ καὶ [*](Ib. i. 18.) ὁ Πατὴρ ἕν ἐσμεν,ʼ καὶ τὸ, ‘ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς,᾿ [*](Al. om. ὑπ. αυτ.) ὑπάρχειν αὐτόν· καὶ τὸ, ‘ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με·ʼ κοινὸν μέντοι πρός τε τὸν Λόγον καὶ τὸν Υἱὸν τὸ τὸν κόσμον διʼ αὐτοῦ γεγενῆσθαι· ὡς ἐκ τούτου δείκνυσθαι πρὸ τοῦ κόσμου εἶναι τὸν Υἱόν. Ἀνάγκη γὰρ τὸν δημιουργὸν πρὸ τῶν γιγνομένων εἶναι. Καὶ τὸ πρὸς Φίλιππον δὲ λεγόμενον οὐ τοῦ Λόγου κατʼ αὐτοὺς [*](Ib. xiv, 9-13.) ἂν εἴη, ἀλλὰ τοῦ Υἱοῦ. Εἶπε γὰρ, φησὶν, ὁ Ἰησοῦς· ‘Τοσοῦτον χρόνον μεθʼ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς
20. Eἰ μὲν οὖν τὸν ἄνθρωπον, ὃν ἐφόρεσεν ὁ Λόγος, αὐτὸν [*]((1.)) εἶναι λέγουσι τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, καὶ μὴ τὸν Λόγον Υἱὸν, ὁ ἄνθρωπος ἂν εἴη ἀκολούθως ὁ ‘ἐν τῷ Πατρὶ,ʼ ἐν ᾧ καὶ ὁ Πατὴρ ‘ἐν αὐτῷ·’ καὶ ὁ ἄνθρωπος ἂν εἴη, ὁ ‘ἓν’ ὢν αὐτὸς καὶ ὁ Πατὴρ, καὶ ‘ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ‘τὸ φῶς τὸ ἀληθινόν· Ἀναγκασθήσονται δὲ καὶ ‘δι᾿ αὐτοῦ’ τοῦ ἀνθρώπου εἰπεῖν τὸν κόσμον γεγενῆσθαι, καὶ τὸν ἄνθρωπον εἶναι τὸν ‘ἐλθόντα μὴ κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι’ αὐτόν· αὐτὸν δὲ εἶναι καὶ πρὶν Ἀβραὰμ γενέσθαι. ‘Ἰησοῦς’ γὰρ, φησὶν, ‘εἷπεν αὐτοῖς· Ἀμὴν, [*](John viii. 58.) ἀμὴν λέγω ὑμίν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.’ Καὶ πῶς οὐκ ἄτοπον κατʼ αὐτοὺς τὸν ἐκ σπέρματος Ἀβραὰμ μετὰ δύο καὶ [*](Matt. i 17.) τεσσαράκοντα γενεὰς γενόμενον λέγειν, ‘πρὶν’ Ἀβραὰμ γενέσθαι,’ ὑπάρχειν; πῶς δὲ οὐκ ἄτοπον, εἰ ἡ σὰρξ, ἣν ἐφόρεσεν ὁ Λόγος, αὕτη ἐστὶν ὁ Υἱὸς, λέγειν τὴν ἐκ Μαρίας σάρκα ταύτην εἶναι, διʼ ἧς ὁ κόσμος ἐγένετο; πῶς δὲ φήσουσι καὶ τὸ ‘ἐν [*](John i. 10.) τῷ κόσμῳ ἦν;’ τὸ γὰρ πρὸ τῆς κατὰ σάρκα γενέσεως τοῦ Υἱοῦ σημαίνων ὁ εὐαγγελιστὴς, ἐπήγαγε λέγων, ‘ἐν τῷ κόσμῳ ἦν.’ Πῶς δὲ εἰ μὴ ὁ Λόγος Υἱός ἐστιν, ἀλλʼ ὁ ἄνθρωπος Υἱὸς, δύναται τὸν κόσμον σῶσαι, εἶς ὢν καὶ αὐτὸς τοῦ κόσμου; Εἰ δὲ ἀναισχυντοῖεν ἐπὶ τούτοις, ποῦ ἔσται ὁ Λόγος, τοῦ ἀνθρώπου ὄντος ‘ἐν τῷ Πατρί;ʼ πόστος δὲ ἔσται ὁ Λόγος πρὸς τὸν Πατέρα, τοῦ ἀνθρώπου καὶ τοῦ Πατρὸς ‘ἓν᾿ ὄντων; Εἱ δὲ ὁ ἄνθρωπος