Oratio quarta contra Arianos [Sp.]

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

21. Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ Λόγος συμβάλλεται μᾶλλον τοῦ Υἱοῦ, εἴ γε κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Υἱὸς, καὶ ἄλλος ὁ Λόγος; πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν Λόγον, ἀλλʼ [*](Ib. iii. 36.) εἰς τὸν Υἱὸν πρόσταξίς ἐστι· φησὶ γὰρ ὁ Ἰωάννης,  ‘ Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ [*](Cp. ii. 41.) οὐκ ὄψεται ζωήν.᾿  Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾦ πάσης πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ ‘εἰς Λόγον.᾿ ἀλλʼ ‘εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμαʼ δίδοται. Εἴπερ οὖν κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, καὶ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, οὐδὲν πρὸς τὸν Λόγον τὸ βάπτισμα. Πῶς οὖν σύνεστιν ὁ Λόγος κατʼ αὐτοὺς τῷ Πατρὶ, οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ βαπτίσματος δόσει; Ἀλλʼ ἴσως ἂν εἴποιεν, ‘Ἐν τῷ τοῦ Πατρὸς ὀνόματι περιέχεται καὶ ὁ Λόγος. Διὰ τί οὖν οὐχὶ καὶ [*](Cp. iii. 15; Tom. ad Antioch. 5; ad Serap. i. 12.) τὸ Πνεῦμα; ἢ ἐκτὸς τοῦ Πατρὸς τὸ Πνεῦμα; καὶ ἄνθρωπος μὲν, εἴπερ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, μετὰ τὸν Πατέρα ὀνομάζεται, τὸ δὲ Πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα κατʼ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλʼ εἰς τετράδα, Πατέρα, καὶ Λόγον, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι, εἰς ἕτερον καταφεύγουσι, καί φασι ‘μὴ τὸν ἄνθρωπον καθʼ ἑαυτὸν, ὃν ἐφόρεσεν ὁ Κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε [*]((2.)) Λόγον καὶ τὸν ἄνθρωπον, εἶναι Υἱόν· συνημμένα γὰρ ἀμφότερα

239
Υἱὸς “ὡς αὐτοὶ λέγουσιν,” ὀνομάζεται.’ Τί τοίνυν τίνος αἴτιον, καὶ πότερος πότερον Υἱὸν κατεσκεύασεν; ἢ, ἴνα λευκότερον εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ Λόγος Υἱὸς, ἢ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς λέγεται; ἢ οὐδʼ ὁπότερον τούτων, ἀλλʼ ἡ ἀμφοῖν σύνοδος; Εἰ μὲν οὖν ὁ Λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν σάρκα εἶναι Υἱὸν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ τοῦ λέγειν τὸν ἄνθρωπον Υἱόν· εἰ δὲ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ Λόγος ὢν Υἱὸς ἦν. Πῶς γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους, μὴ ὄντα αὐτὸν υἱὸν, ὄντος μάλιστα πατρός; Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, Πατὴρ αὐτὸς ἂν εἴη· εἰ δὲ τῷ Πατρὶ, ἀνάγκη αὐτὸν εἶναι Υἱὸν, μᾶλλον δὲ αὐτὸν εἶναι τὸν Υἱὸν, ὃι᾿ ὃν καὶ οἱ ἄλλοι υἱοποιοῦνται.

22. Ἐπεὶ εἰ. μὴ ὄντος αὐτοῦ Υἱοῦ, ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν ἂν εἴη ὁ Θεὸς Πατὴρ, καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται μᾶλλον, λέγων, ‘ὁ Πατήρ μου,’ καὶ, ‘ἐγὼ ἐκ τοῦ Πατρός;’ [*](John v. 17.) Εἰ γὰρ κοινὸς πάντων Πατὴρ, οὐ μόνου αὐτοῦ Πατὴρ, οὐδὲ [*](Cf. ib. xvi. 28.) μόνος αὐτὸς ‘ἐξῆλθεν ἐκ τοῦ Πατρός.’ έγει δέ ποτε καὶ ἡμῶν αὐτὸν λέγεσθαι Πατέρα, διὰ τὸ αὐτὸν ‘κεκοινωνηκέναι τῇ ἡμετέρᾳ [*](Heb. ii. 14.) τέρα σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ Λόγος σὰρξ, ἵν᾿, ἐπειδὴ ὁ Λόγος ἐστὶν Υἱὸς, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν Υἱὸν λέγηται καὶ ἡμῶν Πατήρ. ‘Ἀπέστειλε’ γὰρ, φησὶ, ‘τὸ Πνεῦμα τοῦ [*](Gal. iv. 6.) Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ [*](Cp. ii. 59.) Οὐκοῦν ὁ ἐν ἡμῖν Υἱὸς, τὸν ἴδιον Πατέρα ἐπικαλούμενος, καὶ ἡμῶν αὐτῶν ποιεῖ Πατέρα λέγεσθαι. Ἀμέλει ὥν οὐκ ἔστιν εἰς τὰς καρδίας ὁ Υἱὸς, τούτων οὐδὲ Πατὴρ ὁ Θεὸς ἂν λεχθείη. Εἴπερ οὖν διὰ τὸν Λόγον ὁ ἄνθρωπος λέγεται Υἱὸς, ἀνάγκη πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν ‘υἱῶν,’ εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν Λόγον Υἱὸν. ‘Υἱοὺς’ γὰρ, [*](Isa. i. 2.) φησὶν, ‘ἐγέννησα·’ καὶ ἐπὶ Νῶε, ‘ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ·’ [*](Gen. vi. 2.) καὶ ἐν τῇ δῇ· ‘Οὐκ αὐτὸς οὖτός σου Πατήρ;’ Οὐκοῦν ἦν καὶ [*](Deut. xxxii. 6.) ὁ ἀληθῶς Υἱὸς, δι᾿ ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατʼ ἐκείνους πάλιν οὐδʼ ὁπότερον τούτων Υἱὸς, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον, ἀνάγκη μηδʼ ὁπότερον εἶναι Υἱόν· φημὶ δὴ, μήτε τὸν Λόγον, μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, διʼ ἢν καὶ συνήφθησαν· καὶ οὕτω δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις Υἱὸν ποιεῖ. Οὑκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ Υἰός. Τούτων

240
[*]((3.)) δὴ λεγομένων, εἰς ἕτερον καταφεύξονται, λέγοντες ‘μὴ τὸν ἄνθρωπον εἶναι Υἱὸν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν Λόγον ἐν [*](Cp. Euseh. c. Marc. ii. 1. 1.) ἀρχῇ μὲν εἶναι Λόγον ἀπλῶς· ὅτε δὲ ἐνηνθρώπησε, τότε ὠνομάσθαι Υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι Υἱὸν, ἀλλὰ Λόγον μόνον· καὶ ὥσπερ ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον σὰρξ, οὕτως ὁ Λόγος Υἱὸς γέγονεν, οὐκ ὢν πρότερον Υἱός.᾿  Ταῦτα μὲν ἐκείνων τὰ φλυαρήματα· ἔχει δὲ τὸν ἔλεγχον ἐναργῆ.

23. Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν Υἱὸς, ἡ ἐνανθρώπησις αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν Υἱὸν, ἢ τὸ συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἑπειτα, εἰ πρῶτον Λόγος, καὶ ὕστερον Υἱὸς, φανήσεται ὕστερον ἐγνωκὼς τὸν Πατέρα, καὶ οὐ πρότερον· οὐ γὰρ ᾖ Λόγος γινώσκει, ἀλλʼ [*](Matt. xi. 27.) ᾗ Υἱός· ‘οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός.᾿  Ἀπαντήσει δὲ καὶ τοῦτο, ὅτι ὕστερον ‘ἐν κόλποις τοῦ Πατρὸςʼ γέγονε, καὶ ὕστερον αὐτὸς καὶ ὁ Πατὴρ ‘ἓν᾿  γεγόνασι, καὶ ὕστερον τὸ, ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.᾿  Ταῦτα γὰρ πάντα ἐφʼ Υἱοῦ ἐλέχθη. Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν, [*](c. 2.) ‘Οὐδὲν ἦν ὁ Λόγος, ἀλλʼ ὄνομα μόνον Οὔτε γὰρ ἐν ἡμῖν μετὰ τοῦ Πατρὸς, οὔτε ὁ τὸν Λόγον ἑωρακὼς ἔβλεπε τὸν Πατέρα, οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ Πατήρ· διὰ γὰρ Υἱοῦ γινώσκεται ὁ Πατήρ· οὕτω γὰρ καὶ γέγραπται, ‘καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.’ Μήπω δὲ ὄντος τοῦ Λόγου Υἱοῦ, οὐδέπω τις ἐγίνωσκε τὸν Πατέρα. Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; αὐτὸς γὰρ [*](Cp. 1 K (I Sam.)ii. 27.) ἐν ταῖς Βασιλείαις φησὶν, ‘Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς πάντας τοὺς πατέρας ὑμῶν.᾿  Εἰ δὲ ἀπεκαλύφθη Θεὸς, δῆλον ὅτι ἦν ὁ ἀποκαλύπτων Υἱὸς, ὡς αὐτός φησι, ‘καὶ ᾧ ἐὰν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἀσεβὲς μὲν οὖν καὶ ἀνόητον τὸ λέγειν ἄλλον εἶναι τὸν Λόγον, καὶ ἄλλον εἶναι τὸν Υἱόν. Πόθεν δὲ ἄρα τὴν τοιαύτην ὑπόνοιαν ἐσχήκασιν, ἐρέσθαι καλόν. Φασὶ δὴ, ‘διὰ τὸ μὴ εἰρῆσθαι ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ, ἀλλὰ περὶ Λόγου,ʼ καὶ διὰ τοῦτο νεώτερον ὑπονοεῖν τοῦ Λόγου τὸν Υἱὸν διαβεβαιοῦνται, ‘ὅτι μὴ ἐν τῇ παλαιᾷ, ἀλλʼ ἐν τῇ καινῇ μόνῃ περὶ αὐτοῦ ἐλέχθη. Ταῦτʼ ἐκεῖνοι ἀσεβῶς φθέγγονται. Πρῶτον μὲν γὰρ διαιρεῖν [*](Cp. S. Aug. c. Faust. iv. 1.) τὰς διαθήκας, καὶ μὴ τὴν ἑτέραν τῆς ἑτέρας ἔχεσθαι, Μανιχαίων καὶ Ἰουδαίων τὸ ἐπιτήδευμα, τῶν μὲν τῇ παλαιῇ, τῶν δὲ τῇ νέᾳ

241
ἀντιλεγόντων· ἔπειτα κατʼ αὐτοὺς, εἰ τὰ ἐν τῇ παλαιῇ κείμενα προάγει τῷ χρόνῳ, τὰ δὲ ἐν τῇ νέᾳ νεώτερά ἐστι, καὶ ἐκ τῶν γραμμάτων οἱ χρόνοι κρίνονται, ἀνάγκη πάλιν νεώτερα εἶναι τὸ ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,ʼ τό τε μονογενὴς,᾿  καὶ τὸ ‘ὁ [*](John x. 30.) ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·ʼ οὐ γὰρ ἐκ τῆς παλαιᾶς, ἀλλʼ [*](Ib. i. 18. Ib. xiv. 9.) ἐκ τῆς καινῆς ταῦτα μαρτυρεῖται.

24. Οὐ μὴν δὲ, ἀλλʼ ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ Ὑἱός μου εἶ σὺ, [*](Ps. ii. 7.) ἐγὼ σήμερον γεγέννηκά σε·’ καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ, ‘Εἰς [*](Ib. ix.) τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.᾿  καὶ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, [*](Ib. xliv. (xlv.)) τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, δὴ ὑπὲρ τοῦ ἀγαπητοῦ·᾿  καὶ ἐν τῷ Ἡσαΐᾳ, ‘Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ [*](Isa. v. 1.) ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ.ʼ Τὸ δὲ ἀγαπητὸς τίς ἂν εἴη ἢ Υἱὸς μονογενής; ὡς καὶ ἐν τῷ ἑκατοστῷ ἐννάτῳ, ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά [*](Ps. cix. (cx.) 3.) σε,’ περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δὲ, ‘πρὸ [*](Prov. viii. 25.) δὲ πάντων τῶν βουνῶν γεννᾷ με·᾿  καὶ ἐν τῷ Δανιὴλ, ‘καὶ ἡ [*](Dan. iii. 25.) ὅρασις τοῦ τετάρτου ὁμοία Υἱῷ Θεοῦ,ʼ καὶ ἄλλα πλείονα. Εἰ τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ Υἱὸς, ὁ ἐν τῇ παλαιᾷ ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ‘ναὶ,ʼ φασὶ, [*](Cp. Euseb. Ecel. Th. i. 18. 4.) ‘κεῖται μὲν, προφητικῶς δὲ ἔστω.ʼ Οὐκοῦν καὶ περὶ τοῦ Λόγου προφητικῶς εἰρῆσθαι λεχθείη ἄν· οὐ γὰρ τὸ μὲν, τὸ δέ. Εἰ γὰρ τὸ ‘Υἱός μου εἶ σὺ,ʼ ἐπὶ μέλλοντος, δῆλον ὅτι καὶ τὸ Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν Οὐ γὰρ εἶπεν, [*](Ps. xxxii. (xxxiii.) 6.) ‘ἐγένοντο,ʼ οὐδὲ ‘ἐποίησεν.᾿  Ὅτι δὲ τὸ ‘ἐστερέωσεν᾿  ἐπὶ μέλλοντος, φησίν· ‘Ὁ Κύριος ἐβασίλευσεν·᾿  εἶτα· ‘Καὶ γὰρ [*](Ib. xcii. (xciii.) 1.) ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται Καὶ εἰ τὸ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘ὑπὲρ τοῦ ἀγαπητοῦ,ʼ ἐπὶ μέλλοντος, [*](Ib. xliv. (xlv. ) 1.) δῆλον ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ ‘ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.’ Καὶ εἰ τὸ ἐκ γαστρὸςʼ ἐπὶ ἀνθρώπου, [*](Ib. cix. (cx.) 3.) ἄρα καὶ τὸ ‘ἐκ καρδίας·᾿  Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ ‘ἐκ καρδίαςʼ ἀίδιον, καὶ τὸ ‘ἐκ γαστρὸς ἀίδιον· καὶ εἰ ὁ μονογενὴς ἐν κόλποις, καὶ ὁ ἀγαπητὸς ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ ἀγαπητὸν, ὡς τὸ  ‘οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.’ Οὐ γὰρ [*](Matt. iii. 17.)

242
δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων, εἶπε τὸ ‘ἀγαπητὸς,’ ἵνα μὴ τοὺς ἄλλους μισεῖν δόξῃ· ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ. Καὶ τῷ’ Ἀβραὰμ γοῦν σημᾶναι [*](Gen. xxii. 2.) θέλων ὁ Λόγος τὸ μονογενὲς, φησί· ‘προσένεγκε τὸν υἱόν σου τὸν ἀγαπητόν.’ Παντὶ δὲ δῆλον, ἐκ τῆς Σάῤῥας μόνον εἶναι τὸν Ἰσαάκ. Ἔστιν ἄρα ὁ Λόγος Υἱὸς, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς Υἱὸς, ἀλλʼ ἀεὶ Υἱός. Εἰ γὰρ μὴ Υἱὸς, οὐδὲ λόγος· καὶ εἰ μὴ λόγος, οὐδὲ Υἱὸς. Τὸ γὰρ ἐκ τοῦ Πατρὸς Υἱός ἐστι. Τί δέ ἐστιν ἐκ τοῦ Πατρὸς εἰ μὴ Λόγος, ὁ ἐκ καρδίας προελθὼν, καὶ ἐκ γαστρὸς γεννηθείς; οὐ γὰρ ὁ Πατὴρ Λόγος ἐστίν· οὐδὲ ὁ Λόγος Πατήρ ἐστιν· ἀλλʼ ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ ὁ μὲν ηεννᾷ, ὁ δὲ γεννᾶται.

[*](Cp. i. 5.)

25. Μαίνεται μὲν οὖν Ἄρειος, ‘ἐξ οὐκ ὄντων᾿ εἶναι λέγων τὸν Υἱὸν, καὶ ‘ἦν ποτε ὅτε οὐκ ἦν.’ Μαίνεται δὲ καὶ Σαβέλλιος, [*](c. 2.) λέγων τὸν Πατέρα εἶναι Υἱὸν, καὶ ἔμπαλιν τὸν Υἱὸν εἶναι Πατέρα, ὑποστάσει μὲν ἓν, ὀνόματι δὲ δύο· μαίνεται δὲ καὶ παραδείγματι χρώμενος τῇ τοῦ Πνεύματος χάριτι· φησὶ γὰρ, [*](1 Cor. xii. 4.) Ὥσπερ ‘“διαιρέσεις) χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα,” οὕτω [*](c. 13.) καὶ ὁ Πατὴρ ὁ αὐτὸς μὲν ἔστι, πλατύνεται δὲ εἰς Υἱὸν καὶ Πνεῦμα,’ Ἔστι δὲ τοῦτο μεστὸν ἀτοπίας. Εἰ γὰρ ὡς ἐπὶ τοῦ Πνεύματος, οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ ἐστιν, ἔσται ὁ Πατὴρ Λόγος καὶ Πνεῦμα ἅγιον, ᾧ μὲν γινόμενος Πατὴρ, ᾧ δὲ Λόγος, ᾧ δὲ Πνεῦμα, πρὸς τὴν χρείαν ἑκάστου ἁρμοζόμενος, καὶ ὀνόματι μὲν Υἱὸς καὶ Πνεῦμα, τῷ δὲ ὄντι Πατὴρ μόνον· ἀρχὴν μὲν ἔχων τὸ γίνεσθαι Υἱὸς, παυόμενος δὲ τοῦ λέγεσθαι Πατήρ· καὶ ἐνανθρωπήσας μὲν ὀνόματι, τῇ δὲ ἀληθείᾳ μηδὲ ἐπιδημήσας· καὶ ψευδόμενος μὲν τῷ λέγειν, ‘ἐγὼ καὶ ὁ Πατὴρ, τῷ δὲ ὄντι αὐτὸς ὢν ὁ Πατήρ· καὶ ὅσα ἄλλα ἐπὶ Σαβελλίου ἄτοπα ἀπαντᾶ. Ἀνάγκη δὲ καὶ παυθήσεσθαι τὸ ὄνομα τοῦ Υἱοῦ καὶ τοῦ Πνεεύματος, τῆς χρείας πληρωθείσης· καὶ ἔσται λοιπὸν ἄχρι παιδιᾶς τὰ γινόμενα, ὅτι μὴ ἀληθείᾳ ἀλλʼ ὀνόματι ἐπεδείχθη. Παυομένου δὲ τοῦ ὀνόματος τοῦ Υἱοῦ κατʼ αὐτοὺς, παύσεται καὶ τοῦ βαπτίσματος [*](c. 11. ii. 25.) ἡ χάρις· ‘εἰς’ γὰρ ‘Υἱὸν’ ἐδόθη. Καὶ τί ἀκολουθήσει ἢ ἀφανισμὸς τῆς κτίσεως; εἰ γὰρ ἵνα ἡμεῖς κτισθῶμεν προῆλθεν ὁ Λόγος, καὶ, προελθόντος αὐτοῦ, ἐσμεν, δῆλον ὅτι, ἀναχωροῦντος αὐτοῦ εἰς τὸν Πατέρα, ὥς φασιν, οὐκ ἔτι ἐσόμεθα. Οὔτω γὰρ ἔσται,

243
ὥσπερ ἦν· οὕτως οὐκ ἔτʼ ἐσόμεθα, ὥσπερ οὖν οὐκ ἦμεν. Οὐκέτι [*](c. 14.) γὰρ προελθόντος, οὐκέτι ἡ κτίσις ἔσται.

26. Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ Υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλʼ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ Πατρί ἐστι, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ, λέγων οὕτως, ‘Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν,  ὃ ἑωράκαμεντοῖς ὀφθαλμοῖς ἡμῶν, [*](Ι John i. 1, 2.) ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγουτῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.᾿  Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ γέγονεν, ἀλλʼ ‘ἦν πρὸς τὸν Πατέρα,ʼ ἐν τῷ τέλει τῆς ἐπιστολῆς τὸν Υἱὸν εἶναί φησι τὴν ζωήν· γράφει δʼ οὖν· ‘Καί ἐσμεν ἐν τῷ [*](Ib. v. 20.) ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ [*](Cp. iii. 19.) ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.᾿  Εἰ δὲ ὁ Υἱός ἐστιν ἡ ζωὴ, καὶ αὕτη πρὸς τὸν Πατέρα, καὶ εἰ ὁ Υἱὸς ἦν πρὸς τὸν Πατέρα, λέγει δὲ ὁ αὐτὸς, ‘καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,ʼ ὁ Υἱὸς ἂν [*](John i. 1.) εἴη ὁ Λόγος, ὁ ἀεὶ ὢν πρὸς τὸν Πατέρα. Ὡσπερ δὲ ὁ Υἱὸς Λόγος ἐστὶν, οὕτως ὁ Θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ Πατήρ. Ὁ μέντοι Υἱὸς κατὰ τὸν᾿  Ἰωάννην ‘Θεὸςʼ οὐχ ἀπλῶς, ἀλλʼ ‘ἀληθινὸς Θεόςʼ ἐστι. Καὶ γὰρ κατὰ τὸν αὐτὸν τοῦτον, ‘καὶ Θεὸς ἦν ὁ Λόγος·᾿  [*](Ibid.) ἔλεγέ τε ὁ Υἱὸς, ‘ἐγώ εἰμι ἡ ζωή.᾿  Οὐκοῦν ὁ Υἱὸς Λόγος ἐστὶ [*](Ib. i. 18.) καὶ ζωὴ ἡ οὖσα παρὰ τῷ Πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ εἰρημένον, ‘ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,᾿ [*](Ib. i. 18.) δείκνυσι τὸν Υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ λέγει ὁ Ἰωάννης ‘Υἱὸν,᾿  τοῦτον ‘χεῖραʼ ὁ Δαβὶδ ψάλλει λέγων· ‘Ἱνατί ἀποστρέφεις τὴν [*](Ps. lxxiii. (lxxiv.) 11.) χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου;’ Οὐκοῦν εἰ ἡ χεὶρ ἐν τῷ κόλπῳ, καὶ ὁ Υἱὸς ἐν κόλπῳ, ὁ Υἱὸς ἂν εἴη ἡ χεὶρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ Υἱὸς, διʼ οὗ ἐποίησε τὰ πάντα ὁ [*](Cp. ii. 71.) Πατήρ. ‘Ἡ χείρ σουʼ γὰρ, φησὶν, ‘ἐποίησε ταῦτα πάντα,ʼ καὶ, [*](Isa. Ixvi. 2.) ‘τῇ χειρὶ ἐξήγαγε τὸν λαόν·ʼ οὐκοῦν διὰ τοῦ Υἱοῦ. Εἰ δὲ καὶ [*](Deut. vii 8. Ps. lxxvi. (lxxvii.) 10. Ib. xliv. (xlv.)) ‘αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου,ʼ καὶ πάλιν, ‘εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦʼ ὁ ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ θεία φωνή· ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός,᾿  Ἴσον ἄρα [*](Matt. iii. 17.) ἐστὶν ‘ αὕτη ἡ χείρ μου᾿ τῷ ‘ οὗτος ὁ Υἱός μου.᾿

27. Ἐπειδὴ δέ τινεσ τῶν ἀπαιδεύτων, ἀναιροῦντες τὸ εἶναι

244
Υἱὸν, εὐτελίζουσι τὸ ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,’ ὡς ἂν ἐπὶ τῆς Μαρίας ἁρμόζοντος τούτου, φάσκοντες πρὸ τοῦ ἑωθινοῦ ἀστέρος γεγεννῆσθαι αὐτὸν ἀπὸ Μαρίας, (μὴ γὰρ ἂν ἐπὶ Θεοῦ ἁρμόζειν γαστέρα λέγειν), ὀλίγα εἰπεῖν ἀνάγκη. Εἰ μὲν οὖν, ὅτι ἡ ‘γαστὴρʼ ἀνθρώπινόν ἐστι, διὰ τοῦτο ἀλλότριον Θεοῦ, δῆλον ὅτι καὶ ἡ ‘καρδία ἀνθρώπινον ἔχει τὸ σημαινόμενον· ἀκολουθεῖ γὰρ τὸν καρδίαν ἔχοντα ἔχειν καὶ γαστέρα. Ἀμφοτέρων δὴ ἀνθρωπίνων ὄντων, ἢ ἀναιρεῖν ἑκάτερον ἀνάγκη, ἢ ἀμφοτέρων τὴν διάνοιαν ζητεῖν χρή. Ὡς γὰρ ἐκ καρδίας λόγος, οὕτως ἐκ γαστρὸς γέννημα. Καὶ ὥσπερ, καρδίας Θεοῦ λεγομένης, οὐκ ἀνθρωπίνην νοοῦμεν αὐτήν· οὕτως ἐὰν ‘ἐκ γαστρὸς ἡ γραφὴ λέγῃ, οὐ σωματικὴν δεῖ ταύτην ἐκδέχεσθαι. Ἔθος γὰρ τῇ θείᾳ γραφῇ ἀνθρωπίνως τὰ ὑπὲρ ἄνθρωπον λαλεῖν καὶ σημαίνειν. [*](Ps. cxviii. (cxix.) 73. Isa. lxvi. 2.) Ἀμέλει περὶ τῆς κτίσεως διηγούμενός φησιν· ‘Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με·’ καὶ, ‘ἡ χείρ μου ἐποίησε ταῦτα [*](Ps. cxlviii. 5.) πάντα·’ καὶ, ‘αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’ Ἁρμοζόντως ἄρα περὶ ἑκάστου σημαίνει τοῦ μὲν Υἱοῦ τὸ ἴδιον καὶ τὸ γνήσιον, τῆς δὲ κτίσεως τὴν ἀρχὴν τοῦ εἶναι. Τὰ μὲν γὰρ ποιεῖ καὶ κτίζει, τὸν δὲ γεννᾷ ἐξἑαυτοῦ, Λόγον, Σοφίαν. ‘Γαστὴρ’ γὰρ καὶ ‘καρδία’ τὸ ἴδιον καὶ γνήσιον δηλοῦσι, Καὶ γὰρ καὶ ἡμεῖς τὸ μὲν γνήσιον ἐκ γαστρὸς ἔχομεν, τὰ δὲ ἔργα διὰ χειρὸς ποιοῦμεν.

28. Τί οὖν, φασὶ, καὶ τὸ ‘πρὸ τοῦ ἑωσφόρου;’ Ἐγὼ δʼ ἂν εἴποιμι, εἰ τὸ πρὸ τοῦ ἑωσφόρου τούτου θαυμαστὴν δείκνυσι τὴν ἐκ Μαρίας γέννησιν, πολλοὶ καὶ ἄλλοι πρὸ τῆς τοῦ ἀστέρος ἀνατολῆς ἐγεννήθησαν. Τί οὖν θαυμαστὸν ἐπὶ τούτου εἴρηται, ὅτι ὡς ἐξαιρέτου τινὸς αὐτοῦ μνημονεύει, κοινοῦ ὄντος καὶ ἐπὶ πολλῶν; ἔπειτα διαφέρει τὸ ‘γεννῆσαι’ τοῦ ἐξαγαγεῖν· τὸ μὲν γὰρ γεννῆσαι ἀρχὴν ἔχει καταβολῆς, τὸ δὲ ἐξαγαγεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ὑπάρχον προαγαγεῖν. Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ἁρμόζει ἡ φωνὴ, ἰστέον ὅτι οὐ τότε ἀρχὴν γενέσεως εἴληφεν [*](Cp. Luke ii. 8, 10.) ὅτε τοῖς ποιμέσιν εὐηγγελίσθη ‘νυκτὸς,’ ἀλλʼ ὅτε ὁ ἄγγελος ἐλάλησε πρὸς τὴν παρθένον. Οὐκ ἦν δὲ τότε νὺξ, οὐ γὰρ εἴρηται· νὺξ δὲ ἦν, ὅτε ἐξῆλθεν ἀπὸ τῆς γαστρός. Ταύτην τὴν διαφορὰν τίθησιν ἡ γραφὴ, καὶ τὸ μὲν γεγεννῆσθαι πρὸ ἑωσφόρου φησί τὸ δὲ ἐκ γαστρὸς πρόοδον ὀνομάζει, ὡς ἐν [*](Ps. xxi. (xxii.) 9.) εἰκοστῷ πρώτῳ ψαλμῷ, ‘σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός.’

245
Ἄλλως τε οὐκ εἶπε ‘πρὸ  ἀνατολῆς ἑωσφόρου,’ ἀλλʼ ἁπλῶς ‘πρὸ ἑωσφφόρου.’ Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ληπτέον τὸ ῥητὸν, ἀνάγκη ἢ πρὸ τοῦ Ἀδὰμ εἶναι τὸ σῶμα· πρὸ τοῦ Ἀδὰμ γὰρ τὰ ἄστρα· ἢ ζητεῖν τὸν νοῦν τοῦ γράμματος, ὃ παρὰ Ἰωάννου ἐκλαβεῖν δυνατόν· ἐν γὰρ τῇ Ἀποκαλύψει φησὶν, ‘Ἐγὼ τὸ Α καὶ [*](Rev. xxii. 13-17.) τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος. Μακάριοι οἱ πλατύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία [*](Qu. πλύ-νοντες.) αὐτῶν ἐπὶ τοῦ ξύλου τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. Ἔξω οἱ κύνες, καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς, καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ποιῶν καὶ φιλῶν ψεῦδος. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ἐν ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαβὶδ, ὁ ἀστὴρ ὁ λαμπρὸς, ὁ πρωϊνός. Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσι, Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν· Εἰ τοίνυν τὸ γένος Δαβίδ ἐστιν ὁ ἀστὴρ, ὁ λαμπρὸς, ὁ πρωϊνὸς, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ Σωτῆρος ἑωσφόρον εἰρῆσθαι, οὗ προϋπῆρχε τὸ ἐκ τοῦ Θεοῦ γέννημα· ὡς εἶναι τοιοῦτον τὸ ἐν τῷ ψαλμῷ, ‘ἐξ ἐμαυτοῦ σε γεγέννηκα πρὸ τῆς κατὰ σάρκα ἐπιφανείας Τὸ γὰρ πρὸ ἑωσφόρου ἴσον ἐστὶ τῷ ‘πρὸ τῆς σαρκώσεως τοῦ Λόγου.’

29. Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ Υἱοῦ κείμενα, εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ τὰ μὴ κείμενα ἐν τῇ παλαιᾶ νεώτερά ἐστι, λεγέτωσαν οἱ οὕτω φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ ‘Παρακλήτου’ Πνεύματος εἴρηται; περὶ Πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ ‘Παρακλήτου’ δὲ οὐδαμῶς. Ἆῤ οὖν ἕτερόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος, ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον εἰπεῖν τὸ Πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον Πνεῦμα, καὶ ἕτερον τὸν Παράκλητον. Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ Πνεῦμα, καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ· ὡς εἷς καὶ αὐτὸς Λόγος Υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. [*](Cp. i. 39.) Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοὶ, οὐ δι᾿ ἄλλου ἀλλʼ ἢ διὰ τοῦ [*](Cp. Isa. lxiii. 16.) Υἱοῦ τεκνοποιούμενοι. Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας Υἱὸς ὁ τοῦ Θεοῦ, πῶς ‘πρὸ πάντων’ ἐστὶν, ὄντων πρὸ αὐτοῦ υἱῶν; [*](Col. i. 17, 15.) Πῶς δὲ καὶ ‘πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος;

246
Ἀλλʼ οὔτε δεύτερος ὁ Παράκλητος· πρὸ πάντων γὰρ ἦν· οὔτε [*](John i. 1.) νεώτερος ὁ Υἱός· ‘ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος·ʼ καὶ ὡς ταὐτὸν τὸ Πνεῦμα καὶ Παράκλητος, οὕτω ταὐτὸν ὁ Υἱὸς καὶ Λόγος· καὶ ὥς [*](Ib. xiv. 26.) φησιν ὁ Σωτὴρ περὶ τοῦ Πνεύματος, ‘ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου,ʼ ταὐτὸν λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος [*](Ib. i. 14.) λέγει, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός.᾿ Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ τὴν ταυτότητα ἀπήγγειλε. Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλʼ ἓν καὶ ταὐτόν· οὕτως οὐκ ἄλλος Λόγος, καὶ ἄλλος Υἱὸς, ἀλλʼ ὁ Λόγος μονογενής ἐστι. Δόξαν γὰρ οὐκ αὐτῆς εἶπε τῆς σαρκὸς, ἀλλʼ αὐτοῦ τοῦ Λόγου. Ὁ τοίνυν τολμῶν διαιρεῖν Λόγον καὶ Υἱὸν, διαιρείτω καὶ Πνεῦμα καὶ Παράκλητον. Εἰ δὲ ἀδιαίρετον τὸ Πνεῦμα, ἀδιαίρετος καὶ ὁ Λόγος, ὁ αὐτὸς ὢν Υἱὸς, καὶ σοφία, καὶ δύναμις. Τὸ δὲ ‘ἀγαπητὸνʼ καὶ Ἕλληνες ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν ‘μονογενής.ʼ Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσσέως μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας· [*](Hom. Od. ii. 363-366.)
  • ‘Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
  • ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν,
  • μοῦνος ἐὼν ἀγαπητός ; ὁ δʼ ὤλετο τηλόθι πάτρης
  • Διογενὴς Ὀδυσεὺς, ἀλλογνώτῳ ἐνὶ δήμῳ.’
  • Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ‘ἀγαπητὸςʼ λέγεται.

    30. Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως, διαιροῦντες τὸν Λόγον ἀπὸ τοῦ Υἱοῦ, φάσκουσι τὸν μὲν Υἱὸν εἶναι τὸν Χριστὸν, τὸν δὲ Λόγον ἄλλον εἶναι· καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν Πράξεων, ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται. [*](Acts x. 36.) Ἒστι δὲ τοῦτο· ‘τὸν Λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων [*](Routh, Rell. Sacr. iii. 301.) Κύριος.’ Φασὶ γὰρ, ὡς τοῦ Λόγου διὰ Χριστοῦ λαλήσαντος, ὡς καὶ ἐπὶ τῶν προφητῶν, ‘τάδε λέγει Κύριος·ʼ ἄλλος μὲν ἦν ὁ προφήτης, ἄλλος δὲ ὁ Κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν [*](1 Cor. i. 7, 8.) ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, ‘ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου

    247
    ἡμῶν Ἰησοῦ Χριστοῦ.’ Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλʼ αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ βεβαιοῖ τοὺς ἀπεκδεχομένους, οὕτω τὸν Λόγον ἀπέστειλεν ὁ Πατὴρ σάρκα γενόμενον, ἵνα διʼ ἑαυτοῦ ἄνθρωπος γενόμενος κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει, ‘οὖτός ἐστι πάντων Κύριος·’ Κύριος δὲ πάντων ὁ Λόγος ἐστί.

    31. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρὼν, ‘Πρόσελθε πρὸς τὸ [*](Levit. ix. 7.) θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ.’ δοῦ τοίνυν ἐνταῦθα, καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως, ὡς περὶ ἑτέρου Μωσέως αὐτὸς Μωσῆς λέγων ἐστὶ, ‘καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ.’ Οὕτω τοίνυν καὶ περὶ τοῦ θείου Λόγου ἐὰν λέγῃ ὁ μακάριος Πέτρος, ‘ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ Χριστοῦ,’ οὐ χρὴ ἕτερον μὲν τὸν Λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν, ἀλλʼ ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς τὴν θείαν αὐτοῦ καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ καὶ νοοῖτο διχῶς, ἀλλʼ οὐχ ὡς τοῦ Λόγου κεχωρισμένου, κατὰ [*](Cp. iii. 29.) τὸν θεσπέσιον Ἰωάννην, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο,’ εἰρηκότα, [*](John i. 14.) ‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον πρὸς τοῦ μακαρίου Πέτρου κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ Σαμοσατέως, ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. ‘Χριστὸς γὰρ τὸ [*](Cp. c. Apollin. i. 13.) συναμφότερον νοεῖται παρὰ τῇ θείᾳ γραφῇ, ὡς ὅταν λέγῃ, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.’ Εἰ τοίνυν λέγει ὁ [*](1 Cor. i. 24.) Πέτρος τὸν Λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς Ἰσραὴλ,’ τοῦτο σημαίνων νοείσθω, τὸν Λόγον σαρκωθέντα τοῖς υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵνʼ ᾖ συνᾴδων τῷ ‘καὶ ὁ Λόγος [*](John i. 14.) σὰρξ ἐγένετο.’ Εἰ δὲ ἑτέρως ἐκεῖνο νοοῦσι, καὶ τὸν Λόγον μὲν, καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα, ᾧ καὶ ἡνῶσθαι πιστεύεται, ἄνθρωπον ἀπʼ αὐτοῦ χωρίζουσι, [*](Cp. c. Apolin. ii. 15.) λέγοντες  ‘διὰ Ἰησοῦ Χριστοῦ’ αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ, ἐνταῦθα χωρίζοντες τῆς θείας [*](Qu. εἰ γὰρ.) σαρκώσεως, θεῖον νοοῦσι, σμικρύνουσινἄρα ἀκούοντεσ αὐτὸν ‘σάρκα γεγενῆσθαι,’ καὶ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι, τροπὴν τοῦ Λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες.

    [*](Cp. i. 40.)
    248

    32. Ἀλλʼ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ὃν τρόπον γὰρ [*](2 Cor. v. 4.) ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, ‘καταποθέντος τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς,ʼ καὶ αὐτοζωῆς ὄντος, καθὰ [*](John xi. 25.) πρὸς τὴν Μάρθαν ὁ Κύριος ἔφη, ‘Ἐγώ εἰμι ἡ ζωή·᾿  οὕτω καὶ ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ ‘διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τὸν Λόγον,’ τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ ἀκούων τις τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ ἂν νομίσοι μηκέτι [*](C. Apollin. i 12.) οὖν εἶναι Λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται· οὕτω καὶ Λόγον ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ, τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ [*](Cp. iii. 14.) τὸ πρὸς αὐτὴν τὴν Θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν τὴν ἑνότητα τοῦ θείου Λόγου καὶ ἀνθρώπου δείξειε. Φησὶ γὰρ, [*](Luke i. 35.) ‘Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς [*](Cp. ad Max. 3.) Θεοῦ,᾿  Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν Λόγον χωρίζουσι, σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ [*](Matt. xxviii. 19.)  ἄρα ἀπεστάλη διʼ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ, λέγων· ‘Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.ʼ

    33. Ἔθος δὲ τοῦτο τῇ γραφῇ, ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις [*](Cf. Num. x. 29.) ἐκφράζειν· οὕτω γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· ‘εἶπεʼ γὰρ, φησὶ, ‘Μωσῆς τῷ ‘Ραγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῇ᾿  Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς ὁ Ῥαγουὴλ. ἀλλὰ εἰς ἦν Μωσῆς. Εἰ γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ σοφία ὁμοίως χρηματίζει καὶ δύναμις, καὶ δεξιὰ, καὶ βραχίων, καὶ ὅσα [*](ii. 66.) τοιαῦτα· ἥνωται δὲ φιλανθρώπως ἡμῖν, τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος, καὶ ταύτῃ ἀνακραθεὶς, ἄρα αὐτὸς ὁ Λόγος καὶ τὰ λοιπὰ εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην ‘ἐν [*](John i. 1–3.) ἀρχῇ μὲν εἶναι τὸν Λόγον, καὶ τοῦτον πρὸς τὸν Θεὸν, καὶ αὐτὸν Θεὸν, καὶ πάντα διʼ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδὲν,’ πλάσμα τοῦ Θεοῦ Λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν [*](Cp. the Quicunque, v. 35.) ὑπάρχειν. Εἰ τοίνυν τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος, πάλιν ἀνακαινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς διαμονὴν ἀτελεύτητον, καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν Λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ [*](Cp. iii. 10.) προφήταις, ἀποσταλεῖσι παῤ αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων

    249
    στόλων Κύριον; πῶς δὲ καὶ κληθείη Χριστὸς ψιλὸς ἄνθρωπος; [*](ii. 15; iii. 54.) Ἡνωμένος δὲ τῷ Λόγῳ, εἰκότως χρηματίζοι Χριστὸς, καὶ Υἱὸς Θεοῦ, ἄνωθεν τοῦ προφήτου σαφῶς ἐκβοήσαντος τὴν πατρικὴν ὑπόστασιν περὶ αὐτοῦ, καὶ εἰπόντος, καὶ ἀποστελῶ τὸν Υἱόν [*](Qu. Ps. ii?)  μου τόν Χριστόν·ʼ καὶ ἐν τῷ Ἰορδάνῃ, ‘Οὔτός ἐστιν ὁ Υἱός [*](Matt, iii. 17.) μου ὁ ἀγαπητός.᾿  Ἐκπληρώσας γὰρ τὴν ὑπόσχεσιν, εἰκότως ὑπέδειξεν ὡς οὗτός ἐστιν, ὃν εἶπεν ἀποστεῖλαι.

    34. Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστὸν, Λόγον τὸν [*](c. 31.) θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης νηδύϊ ὁ Λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐκ τῆς γῆς· μᾶλλον δὲ θειοτέρως, περὶ οὗ καὶ Σολομών φησι, τὸν Λόγον εἰδὼς καὶ ‘σοφίανʼ χρηματίζουσαν φανερῶς· ‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·ʼ ὃν καὶ ὁ ἀπόστολος [*](Prov. ix. 1.) ἑρμηνεύων λέγει, ‘οὗ οἶκός ἐσμεν ἡμεῖς·᾿  καὶ ἀλλαχοῦ δὲ ‘ναὸνʼ [*](Heb. iii. 6; 1 Cor. iii. 16.) προσαγορεύει, καθότι πρέπον Θεῷ ἐν ναῷ κατοικεῖν, σὗ καὶ εἰκόνα τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταξεν· ὅθεν τῆς ἀληθείας φανείσης, πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν, ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν, οὐκ ἠπείλησεν, ἀλλʼ εἰδὼς ὡς αὐτοὶ καθʼ ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς, ‘Λύσατε [*](John ii. 19.) τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·ʼ σαφῶς δεικνὺς ὁ ἡμέτερος Σωτὴρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδαζόμενα αὐτόθεν ἔχει τὴν διάλυσιν. ‘Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ [*](Ps. cxxvi. (cxxvii.) 1.) οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες.᾿  Τὰ τοίνυν τῶν Ἰουδαίων [*](Cp. i. 8.) λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς ἐκκλησίας ἥδρασται· ‘τεθεμελίωται [*](Matt vii. 29; xvi. 18.) γὰρ ἐπὶ τὴν πέτραν,ʼ ‘καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.᾿  Ἐκείνων ἦν τὸ λέγειν, ‘Πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς [*](John x. 33.) σεαυτὸν Θεόν;᾿  τούτων μαθητὴς ὁ Σαμοσατεὺς ὑπάρχει· ὅθεν [*](Cp. iii. 51.) εἰκότως τὰ παῤ αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει. ‘Ἀλλʼ ἡμεῖς [*](Eph. iv. 20-24.) οὐχ οὕτως ἐμάθομεν τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσαμεν, καὶ παῤ αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς νοείσθω.

    250

    35. Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ γραφὴ ‘Χριστὸν,’ ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον, διδάσκων [*](Acts x. 38.) ‘Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·’ [*](Ib. ii. 22.) καὶ πάλιν πρὸς Ἰουδαίους, ‘Ἰησοῦν τὸν ἀπὸ Ναξαρὲτ, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς·’ καὶ πάλιν ὁ μακάριος [*](Ib. xvii. 31.) Παῦλος πρὸς Ἀθηναίους, ‘ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν·’ ταὐτὸν δὲ τῇ χρίσει πολλαχόσε τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν· ἐξ ὧν μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς ῥήμασι τῶν ἀγίων, ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον τοῦ Θεοῦ Λόγου ἕνωσιν γενομένην ὀνομάζουσι ποτὲ μὲν χρίσιν,’ ποτὲ δὲ ‘ἀποστολὴν,’ ἄλλοτε δὲ ‘ἀνάδειξιν. Τὸ τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὸν, καὶ εἰλικρινῆ τὴν θεότητα τοῦ μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον τοῦ Θεοῦ Λόγου ἀπὸ τοῦ ἐκ Μαρίας ανθρώπου· (μὴ) γένοιτο· [*](John x. 30; xiv. 9.) πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’ καὶ ‘ὁ ἑωρακὼς ἐμὲ. ἑώρακε τὸν Πατέρα;’) διʼ οὗ καὶ μετὰ [*](Ib. xx. 19.) τὴν ἀνάστασιν, τὸ αὐτὸ, ‘κεκλεισμένων· τῶν θυρῶν,’ εἰσερχόμενον πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ [*](Luke xxiv. 39.) τούτου δυσπειθὲς, διαλύσαντα τῷ εἰπεῖν, ‘ψηλαφήσατέ με, καὶ βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα ---’ καὶ οὐκ εἶπε, ‘τόνδε,’ ἢ, ‘τὸν ἄνθρωπόν μου, [*](Cp. iii. 31, 33.) ὃν ἀνείληφα,’ ἀλλʼ ‘ἐμέ.’ Ὅθεν οὐδεμίαν συγγνώμην εὑρεῖν δυνήσεται ὁ Σαμοσατεὺς. ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου διελεγχθείς· καὶ ἀπʼ αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου, ἄρτι μὲν [*](Qu. πληρο-φοροῦντος.) πρὸς πάντας τὴν πεῦσιν προσάγοντος, καὶ πληροφορῶν ἀπό τε τοῦ φαγεῖν καὶ τὴν ψηλάφησιν ἐπιτρέψαι, ἣ δὴ καὶ γεγένηται. Πάντως γὰρ ὁ διδοὺς τὴν τροφὴν, ἢ οἱ διδόντες, ἥψαντο τῶν χειρῶν. ‘Ἐπέδωκαν’ γὰρ, φησὶν, ‘αὐτῷ ἰχθύος ἀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου· καὶ φαγὼν ἐνώπιον αὐτῶν,’ λαβὼν τὰ ἐπίλοιπα, ἀπέδωκεν αὐτοῖς. δοῦ τοίνυν, εἰ καὶ οὐχ ὡς ὁ Θωμᾶς, ἀλλʼ ὅμως διʼ ἑτέρας μεθόδου, τὴν πληροφορίαν αὐτοῖς [*](Luke xxiv. 42, 43.) παρέσχε ψηλαφηθείς. Εἰ δὲ καὶ τοὺς μώλωπας ἰδεῖν θέλοις, [*](John xx. 27.) παρὰ Θωμᾶ μάθε· ‘Φέρεʼ γάρ ‘σου,’ φησὶ, ‘τὴν χεῖρα καὶ [*](Cp. ad Epict. 10.) βάλε εἰς τὴν πλευράν μου, καὶ φέρε τὸν δάκτυλόν σου, καὶ βλέπε τὰς χεῖράς μου.’ Πλευρὰν ἰδίαν καὶ χεῖρας ὀνομάζων ὁ

    251
    Θεὸς Λόγος, καὶ ὅλον αὐτὸν ἄνθρωπόν τε καὶ Θεὸν ὁμοῦ, ἄρτι [*](Cp. iii. 6, 41: c. Apollin. i. 7.) μὲν τοῦ Λόγου καὶ τὴν αἴσθησιν τοῖς ἀγίοις διὰ σώματος, ὡς ἔστι νοεῖν, παρέχοντος τῷ εἰσελθεῖν ‘τῶν θυρῶν κεκλεισμένων,’ παρευθὺ δὲ σὺν τῷ σώματι παρεστὼς, καὶ τὴν πληροφορίαν παρέχων. Ταῦτα τοῖς πιστοῖς εἰς βεβαίωσιν, καὶ τοῖς ἀπίστοις εἰς διόρθωσιν εἰρήσθω συμμέτρως.

    36. Διορθούσθω τοιγαροῦν καὶ Παῦλος Σαμοσατεὺς, τῆς θείας κατήκοος γεγενημένος φωνῆς, ‘τὸ σῶμά μου,ʼ λέγοντος, καὶ οὐχὶ [*](Matt. xxvi. 26.) ‘τὸν Χριστὸν ἕτερον παῤ ἐμὲ τὸν Λόγον,ʼ ἀλλὰ ‘σὺν ἐμοὶ αὐτὸν, καὶ ἐμὲ σὺν αὐτῷ. Τὸ γὰρ χρίσμα ἐγὼ ὁ Λόγος, τὸ [*](Cp. i. 47.) δὲ χρισθὲν ὑπʼ ἐμοῦ ὁ ἄνθρωπος· οὐ χωρὶς οὖν ἐμοῦ Χριστὸς κληθείη ἂν, ἀλλὰ σὺν ἐμοὶ ὢν καὶ ἐμοῦ ἐν αὐτῷ.᾿  Τὸ τοίνυν ‘ἀποστολὴν᾿  τοῦ Λόγου σημαίνεσθαι, ἕνωσιν δηλοῖ τὴν πρὸς τὸν ἐκ Μαρίας Ἰησοῦν, ὃς ἑρμηνεύεται Σωτὴρ, οὐ δι᾿  ἕτερόν τι, ἀλλʼ ἢ διὰ τὸ τῷ Θεῷ Λόγῳ ἡνῶσθαι. Ταὐτὸ σημαίνεται τὸ ῥητὸν τοῦτο τῷ ‘ὁ πέμψας με Πατὴρ,᾿  καὶ, ‘ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, [*](John viii. 10.) ἀλλʼ ὁ Πατήρ με ἀπέστειλε.᾿  Τὴν γὰρ πρὸς τὸν ἄνθρωπον [*](Ib. 42.) ἕνωσιν, σὺν γνωρισθῆναι ἀνθρώποις ἦν δυνατὸν τὴν ἀόρατον φύσιν διὰ τῆς ὁρωμένης, ‘ἀποστολὴνʼ ὠνόμασεν. Οὐ γὰρ δὴ [*](Cp. iii. 43, 53, 58.) Θεὸς τόπους ἀμείβει, καθʼ ἡμᾶς τοὺς ἐν τόποις κρυπτομένους, τῷ τῆς μικρότητος ἡμῶν σχήματι τῆς ὑπάρξεως τῆς ἐν σαρκὶ ἐπιδεικνύμενος· πῶς γὰρ ὁ ‘τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν;ʼ [*](Jer. xxiii. 24.) ἀλλὰ τῆς ἐν σαρκὶ παρουσίας ἕνεκα τὴν ‘ἀποστολὴνʼ οἱ δίκαιοι ὠνόμασαν. Εἶτα οὖν καὶ αὐτὸς ὁ Θεὸς Λόγος Χριστὸς οὖν [*](Qu. om. second οὔν.) ὁ ἐκ Μαρίας, Θεὸς ἄνθρωπος· οὐχ ἕτερός τις Χριστὸς, ἀλλʼ εἷς καὶ ὁ αὐτός· οὗτος πρὸ αἰώνων ἐκ Πατρός, οὗτος ἐπʼ ἐσχάτων ἐκ τῆς παρθένου· ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσιν ἁγίαις, ὁρατὸς νυνὶ διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν· ὁρώμενος δὲ, φημὶ, οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν [*](Cp. c. Apollin. i. 14.) ἀνεκαίνισε τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Αὐτῷ τὸ σέβας καὶ ἡ προσκύνησις, ὃς ἦν πρώην, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.