De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Διατί οὖν, ἐὰν λέγωσιν, οὐχὶ δι' ἄλλων μερῶν καλλίονων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνῳ, οἷον ἡλίῳ, ἢ σελήνῃ, ἢ ἄστροις, ἢ πυρί, ἢ αἰθέρι οὐ κέχρηται, ἀλλὰ ἀνθρώπῳ μόνον; γινωσκέτωσαν, ὅτι οὐκ ἐπιδείξασθαι ἦλθεν ὁ Κύριος, ἀλλὰ θεραπεῦσαι καὶ διδάξαι τοὺς πάσχοντας.

Ἐπιδεικνυμένου μὲν γὰρ ἦν μόνον ἐπιφανῆναι καὶ καταπλῆξαι τοὺς ὁρῶντας· θεραπεύοντος δὲ καὶ διδάσκοντός ἐστι, μὴ ἁπλῶς ἐπιδημῆσαι, ἀλλ’ ἐπ’ ὠφελείᾳ τῶν δεομένων γενέσθαι, καὶ ὡς οἱ χρῄζοντες φέρουσιν ἐπιφανῆναι, ἵνα μὴ τῷ ὑπερβάλλοντι τὴν χρείαν τῶν πασχόντων αὐτοὺς τοὺς δεομένους ταράξῃ, καὶ ἀνωφελὴς τούτοις ἡ ἐπιφάνεια τοῦ θείου γένηται.

Οὐδὲν τοίνυν τῶν ἐν τῇ κτίσει πεπλανημένον ἦν εἰς τὰς περὶ Θεοῦ ἐννοίας, εἰ μὴ μόνος ὁ ἄνθρωπος. ἀμέλει, οὐχ ἥλιος, οὐ σελήνη, οὐκ οὐρανός, οὐ τὰ ἄστρα, οὐχ ὕδωρ, οὐκ αἰθὴρ παρήλλαξαν τὴν τάξιν, ἀλλ’ εἰδότες τὸν ἑαυτῶν δημιουργὸν καὶ βασιλέα Λόγον μένουσιν ὡς γεγόνασιν· ἄνθρωποι δὲ μόνοι ἀποστραφέντες τὸ καλόν, λοιπὸν τὰ οὐκ ὄντα ἀντὶ τῆς ἀληθείας ἐπλάσαντο, καὶ τὴν εἰς Θεὸν τιμὴν καὶ

τὴν περὶ αὐτοῦ γνῶσιν δαίμοσι καὶ ἀνθρώποις ἐν λίθοις ἀνατεθείκασιν.

Ὅθεν εἰκότως, ἐπειδὴ παριδεῖν τὸ τηλικοῦτον οὐκ ἄξιον ἦν τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἀλλὰ καὶ ἐν τῷ ὅλῳ αὐτὸν διέποντα καὶ ἡγεμονεύοντα οὐκ ἠδυνήθησαν αὐτὸν γνῶναι οἱ ἄνθρωποι, μέρος τοῦ ὅλου λαμβάνει ἑαυτῷ ὄργανον τὸ ἀνθρώπινον σῶμα, καὶ ἐπιβαίνει τούτῳ, ἵν’ ἐπειδὴ ἐν τῷ ὅλῳ αὐτὸν οὐκ ἠδυνήθησαν γνῶναι, κἂν ἐν τῷ μέρει μὴ ἀγνοήσωσιν αὐτόν· καὶ ἐπειδὴ ἀναβλέψαι οὐκ ἠδυνήθησαν εἰς τὴν ἀόρατον αὐτοῦ δύναμιν, κἂν ἐκ τῶν ὁμοίων λογίσασθαι καὶ θεωρῆσαι δυνηθῶσιν αὐτόν.

Ἄνθρωποι γὰρ ὄντες, διὰ τοῦ καταλλήλου σώματος καὶ τῶν δι’ αὐτοῦ θείων ἔργων, ταχύτερον καὶ ἐγγύτερον τὸν τούτου Πατέρα γινώσκειν δυνήσονται, συγκρίνοντες ὡς οὐκ ἀνθρώπινα, ἀλλὰ Θεοῦ ἔργα ἐστὶ τὰ ὑπ’ αὐτοῦ γινόμενα.

Καὶ ἐὰν ἄτοπον ἦν κατ’ αὐτοὺς διὰ τῶν τοῦ σώματος ἔργων τὸν Λόγον γνωρίζεσθαι· πάλιν ἂν εἴη ἄτοπον ἐκ τῶν ἔργων τοῦ παντὸς γινώσκεσθαι τοῦτον. ὥσπερ γὰρ ἐν τῇ κτίσει ὥν, οὐδέν τι τῆς κτίσεως μεταλαμβάνει, ἀλλὰ μᾶλλον πάντα τῆς αὐτοῦ δυνάμεως μεταλαμβάνει· οὕτως καὶ τῷ σώματι ὀργάνῳ χρώμενος, οὐδενὸς τῶν τοῦ σώματος μετεῖχεν, ἀλλὰ μᾶλλον αὐτὸς ἡγίαζε τὸ σῶμα.

Εἰ γὰρ δὴ καὶ ὁ παρὰ τοῖς Ἕλλησι θαυμαζόμενος Πλάτων φησίν, ὅτι ὁρῶν τὸν κόσμον ὁ γεννήσας αὐτὸν χειμαζόμενον καὶ κινδυνεύοντα εἰς τὸν τῆς ἀνομοιότητος δύνειν τόπον, καθίσας ἐπὶ τοὺς οἴακας τῆς ψυχῆς βοηθεῖ, καὶ πάντα τὰ πταίσματα διορθοῦται· τί ἄπιστον λέγεται παρ’ ἡμῖν, εἰ πλανωμένης τῆς ἀνθρωπότητος ἐκάθισεν ὁ Λόγος ἐπὶ ταύτην, καὶ

ἄνθρωπος ἐπεφάνη ἵνα χειμαζομένην αὐτὴν περισώσῃ διὰ τῆς κυβερνήσεως αὐτοῦ καὶ ἀγαθότητος;