De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἐνεργουμένου, καὶ φωτιζομένου, εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῷ δακτύλῳ τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ ἀνθρώπου, ἀνόητος ἂν νομισθείη, ὅτι διδοὺς ἐν τῷ ὅλῳ αὐτὸν διικνεῖσθαι καὶ ἐνεργεῖν, κωλύει καὶ ἐν τῷ μέρει αὐτὸν εἶναι· οὕτως ὁ διδοὺς καὶ πιστεύων τὸν τοῦ Θεοῦ Λόγον ἐν τῷ παντὶ εἶναι, καὶ τὸ πᾶν ὑπ’ αὐτοῦ φωτίζεσθαι καὶ κινεῖσθαι, οὐκ ἄτοπον ἂν ἡγήσηται, καὶ σῶμα ἓν ἀνθρώπινον ὑπ’ αὐτοῦ κινεῖσθαι καὶ φωτίζεσθαι.

Εἰ δὲ ὅτι γενητόν ἐστι, καὶ ἐξ οὐκ ὄντων γέγονε τὸ ἀνθρώπινον γένος διᾶ τοῦτο οὐκ εὐπρεπῆ νομίζουσιν ἡμᾶς λέγειν τὴν ἐν ἀνθρώπῳ τοῦ Σωτῆρος ἐπιφάνειαν· ὥρα καὶ

τῆς κτίσεως αὐτοὺς αὐτὸν ἐκβάλλειν· καὶ γὰρ καὶ αὕτη ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ Λόγου γέγονεν.

Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως, οὐκ ἄτοπον ἐν αὐτῇ τὸν Λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπῳ αὐτὸν εἶναι ἄτοπον. ὁποῖα γὰρ ἂν περὶ τοῦ ὅλου νοήσειαν, τοιαῦτα ἀνάγκη καὶ περὶ τοῦ μέρους αὐτοὺς ἐνθυμεῖσθαι. μέρος γὰρ, ὡς προεῖπον, τοῦ ὅλου καὶ ὁ ἄνθρωπός ἐστιν.

Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπῳ εἶναι τὸν Λόγον, καὶ πάντα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῷ φωτίζεσθαι, καὶ κινεῖσθαι, καὶ ἦν, καθὼς καὶ οἱ παρ’ αὐτοῖς συγγραφεῖς φασιν· ὅτι ἐν αὐτῇ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.

Τί λοιπὸν χλεύης ἄξιον λέγομεν, εἰ ἐν ᾧ ἔστιν ὁ Λόγος, τούτῳ πρὸς φανέρωσιν ὡς ὀργάνῳ κέχρηται ὁ Λόγος; εἰ μὲν γὰρ οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ χρήσασθαι ἂν ἠδυνήθη τούτῳ. εἰ δὲ προαποδεδώκαμεν ἐν τῷ παντὶ καὶ ἐν τοῖς κατὰ μέρος εἶναι τοῦτον, τί ἄπιστον εἰ ἐν οἷς ἔστιν ἐν τούτοις ἑαυτὸν καὶ ἐπιφαίνει;

Ὥσπερ γὰρ ταῖς ἑαυτοῦ δυνάμεσιν ὅλος ἐν ἑκάστῳ καὶ πᾶσιν ἐπιβαίνων, καὶ πάντα διακοσμῶν ἀφθόνως, εἰ ἤθελε, διὰ ἡλίου, ἢ σελήνης, ἢ οὐρανοῦ, ἢ γῆς, ἢ ὑδάτων, ἢ πυρός, οὐκ ἄν τις ἀτόπως αὐτὸν? φωνῇ χρήσασθαι καὶ γνωρίσαι ἑαυτὸν καὶ τὸν αὐτοῦ Πατέρα ἔφησεν [πεποιηκέναι] ἅπαξ πάντα αὐτοῦ συνέχοντος καὶ μετὰ πάντων καὶ ἐν αὐτῷ τῷ μέρει τυγχάνοντος καὶ ἀοράτως ἑαυτὸν δεικνύντος· οὕτως οὐκ ἄτοπον ἂν εἴη διακοσμοῦντα αὐτὸν τὰ πάντα καὶ τὰ ὅλα ζωοποιοῦντα, καὶ θελήσαντα δι’ ἀνθρώπων γνωρίσαι, εἰ ὀργάνῳ κέχρηται ἀνθρώπου σώματι πρὸς

φανέρωσιν ἀληθείας καὶ γνῶσιν τοῦ Πατρός. μέρος γὰρ τοῦ ὅλου καὶ ἡ ἀνθρωπότης τυγχάνει.

Καὶ ὥσπερ ὁ νοῦς δι’ ὅλου τοῦ ἀνθρώπου ὤν, ἀπὸ μέρους τοῦ σώματος, τῆς γλώττης λέγω, σημαίνεται, καὶ οὐ δήπου τις ἐλαττοῦσθαι τὴν οὐσίαν τοῦ νοῦ διὰ τοῦτο λέγει· οὕτως ὁ Λόγος διὰ πάντων ὤν, εἰ ἀνθρωπίνῳ κέχρηται ὀργάνῳ, οὐκ ἀπρεπὲς ἂν φαίνοιτο τοῦτο. εἰ γὰρ, ὡς προεῖπον, ἀπρεπὲς ὀργάνῳ χρήσασθαι σώματι, ἀπρεπὲς καὶ ἐν τῷ ὅλῳ αὐτὸν εἶναι.