De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ ἅγιος τῶν ἁγίων Χριστὸς παρεγένετο; σημεῖον γὰρ

καὶ μέγα γνώρισμα τῆς τοῦ Θεοῦ Λόγου παρουσίας, τὸ μηκέτι μήτε τὴν Ἱερουσαλὴμ ἑστάναι, μήτε προφήτην ἐγερθῆναι, μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις, καὶ μάλα εἰκότως.

Ἐλθόντος γὰρ τοῦ σημαινομένου, τίς ἔτι χρεία τῶν σημαινόντων ἦν; καὶ παρούσης τῆς ἀληθείας , τίς ἔτι χρεία τῆς σκιᾶς ἦν; διὰ τοῦτο γὰρ καὶ προεφήτευον ἕως ἂν ἔλθῃ ἡ αὐτοδικαιοσύνη καὶ ὁ λυτρούμενος τὰς πάντων ἁμαρτίας. διὰ τοῦτο καὶ Ἰερουσαλὴμ ἐπὶ τοσοῦτον συνειστήκει, ἵν’ ἐκεῖ προμελετῶσι τῆς ἀληθείας τοὺς τύπους.

Παρόντος τοίνυν τοῦ ἁγίου τῶν ἀγίων, εἰκότως ἐσφραγίσθη καὶ ὅρασις καὶ προφητεία, καὶ ἡ τῆς Ἰερουσαλὴμ βασιλεία πέπαυται. ἐπὶ τοσοῦτον γὰρ ἐχρίοντο παρ’ αὐτοῖς βασιλεῖς, ἕως ἄν ἐχρίσθη ὁ ἄγιος τῶν ἀγίων καὶ Μωυσῆς ἕως αὐτοῦ τὴν Ἰουδαίων ἵστασθαι βασιλείαν προφητεύει λέγων Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν

Ὅθεν καὶ αὐτὸς ὁ Σωτὴρ ἐβόα λέγων Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν . εἰ μὲν οὖν ἐστὶ παρὰ Ἰουδαίοις νῦν βασιλεύς, ἢ προφήτης, ἢ ὅρασις, καλῶς ἀρνοῦνται τὸν ἐλθόντα Χριστόν. εἰ δὲ μήτε βασιλεύς, μήτε ὅρασις ἀλλ’ ἐσφράγισται λοιπὸν καὶ πᾶσα προφητεία, καὶ ἡ πόλις καὶ ὁ ναὸς ἑάλω· τί τοσοῦτον ἀσεβοῦσι, καὶ παραβαίνουσιν, ὡς τὰ μὲν γενόμενα ὁρᾶν, τὸν δὲ ταῦτα πεποιηκότα Χριστὸν ἀρνεῖσθαι; τί δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν θεωροῦντες καταλιμπάνοντας τὰ εἴδωλα, καὶ ἐπὶ τὸν Θεὸν Ἰσραὴλ διὰ τοῦ Χριστοῦ ἔχοντας τὴν ἐλπίδα, ἀρνοῦνται τὸν ἐκ τῆς ῥίζης

Ἰεσσαὶ κατὰ σάρκα γενόμενον Χριστὸν καὶ βασιλεύοντα λοιπόν; εἰ μὲν γὰρ ἄλλον ἐθρήσκευον τὰ ἔθνη θεὸν ἀλλὰ μὴ τὸν Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωϋσέως ὡμολόγουν· καλῶς ἂν πάλιν προεφασίζοντο μὴ ἐληλυθέναι τὸν Θεόν.

Εἰ δὲ τὸν Μωϋσῇ δεδωκότα τὸν νόμον, καὶ τῷ Ἁβραὰμ ἐπαγγειλάμενον Θεόν, καὶ οὗ τὸν λόγον ἠτίμασαν Ἰουδαῖοι, τοῦτον τὰ ἔθνη σέβουσι, διὰ τί μὴ γινώσκουσι, μᾶλλον δὲ διὰ τί ἑκόντες παρορῶσιν, ὅτι ὁ προφητευόμενος ὑπὸ τῶν γραφῶν Κύριος ἐπέλαμψε τῇ οἰκουμένῃ καὶ ἐπεφάνη σωματικῶς αὐτῇ, καθὼς εἶπεν ἡ γραφή· Κύριος ὁ Θεὸς ἐπέφανεν ἡμῖν· καὶ πάλιν· Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· καὶ πάλιν· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς.

Ὅμοιον δὲ πάσχουσιν, ὡς εἴ τις παραπεπληγὼς τὴν διάνοιαν, τὴν μὲν γῆν φωτιζομένην ὑπὸ τοῦ ἡλίου βλέπει, τὸν δὲ ταύτην φωτίζοντα ἥλιον ἀρνεῖται. τί γὰρ καὶ πλεῖον ἐλθὼν ὁ προσδοκώμενος παρ' αὐτοῖς ἔχει ποιῆσαι; καλέσαι τὰ ἔθνη; ἀλλ’ ἔφθασαν κληθῆναι. ἀλλὰ παῦσαι προφήτην, καὶ βασιλέα, καὶ ὅρασιν; γέγονεν ἤδη καὶ τοῦτο. τὴν εἰδώλων ἀθεότητα διελέγξαι; διηλέγχθη ἤδη καὶ κατεγνώσθη. ἀλλὰ τὸν θάνατον καταργῆσαι; κατήργηται ἤδη.

Τί τοίνυν οὐ γέγονεν, ὃ δεῖ τὸν Χριστὸν ποιῆσαι; ἢ τί περιλείπεται, ὃ μὴ πεπλήρωται, ἵνα νῦν χαίρωσιν Ἰουδαῖοι καὶ ἀπιστῶσιν; εἰ γὰρ δή, ὥσπερ οὖν ὁρῶμεν, οὔτε βασιλεύς, οὔτε προφήτης, οὔτε Ἰερουσαλήμ, οὔτε θυσία, οὔτε ὅρασίς ἐστι παρ’ αὐτοῖς· ἀλλὰ καὶ πᾶσα πεπλήρωται ἡ γῆ τῆς γνώσεως

τοῦ Θεοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καταλιμπάνοντες τες τὴν ἀθεότητα, λοιπὸν πρὸς τὸν Θεὸν Ἀβραὰμ καταφεύγουσι διὰ τοῦ Λόγου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δῆλον ἄν εἴη καὶ τοῖς λίαν ἀναισχυντοῦσιν ἐληλυθέναι τὸν Χριστόν, καὶ αὐτὸν πάντας ἀπλῶς τῷ ἑαυτοῦ φωτὶ καταλάμψαντα, καὶ διδάξαντα περὶ τοῦ ἑαυτοῦ Πατρὸς τὴν ἀληθῆ καὶ θείαν διδασκαλίαν

Ιουδαίους μὲν οὖν ἐκ τούτων καὶ τῶν πλειόνων, παρὰ τῶν θείων γραφῶν εἰκότως ἄν τις ἐλέγξειεν.