De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ἢ εἰ μηδὲ τοῦτο αὔταρκες αὐτοῖς, κἂν ἐξ ἑτέρων δυσωπείσθωσαν, οὕτως ἐναργῆ τὸν ἔλεγχον ὁρῶντες· φησὶ γὰρ ἡ γραφή· Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόπιστοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων.

Τί τοίνυν καὶ περὶ τούτου δύνανται λέγειν, ἢ πῶς ὅλως καὶ πρὸς τοῦτο τολμῶσιν ἀντιβλέπειν; ἡ μὲν γὰρ προφητεία Θεὸν ἐπιδημεῖν σημαίνει, τὰ δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει· τό τε γὰρ τυφλοὺς ἀναβλέπειν, καὶ χωλοὺς περιπατεῖν, καὶ κωφοὺς ἀκούειν. καὶ τρανοῦσθαι μογγιλάλων τὴν γλῶσσαν, ἐπὶ τῇ γενομένη θείᾳ παρουσίᾳ λέγουσι. πότε τοίνυν γέγονε τοιαῦτα σημεῖα ἐν τῷ Ἰσραήλ; ἢ ποῦ τοιοῦτόν τι γέγονεν ἐν τῇ Ἰουδαίᾳ, λεγέτωσαν.

Λεπρὸς ἐκαθαρίσθη Ναιμάν ἀλλ’ οὐ κωφὸς

ἤκουσεν, οὐδὲ χωλὸς περιεπάτησε. νεκρὸν ἤγειρεν Ἡλίας καὶ Ἐλισσαῖος· ἀλλ’ οὐκ ἐκ γενετῆς ἀνέβλεψε τυφλός. μέγα μὲν γὰρ καὶ τὸ ἐγεῖραι νεκρὸν ἀληθῶς, ἀλλ’ οὐ τοιοῦτον, ὁποῖον τὸ παρὰ τοῦ Σωτῆρος θαῦμα. πλὴν εἰ τὸ περὶ τοῦ λεπροῦ καὶ τοῦ νεκροῦ τῆς χήρας οὐ σεσιώπηκεν ἡ γραφή, πάντως εἰ ἐγεγόνει καὶ χωλὸν περιπατεῖν καὶ τυφλὸν ἀναβλέπειν, οὐκ ἂν παρῆκε τοῦ δηλῶσαι καὶ ταῦτα ὁ λόγος. ἐπειδὴ δὲ σεσιώπηται ἐν ταῖς γραφαῖς, δῆλόν ἐστι μὴ γεγενῆσθαι ταῦτα πρότερον.

Πότε οὖν γέγονε ταῦτα, εἰ μὴ ὅτε αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐν σώματι παραγέγονε; πότε δὲ παραγέγονεν, εἰ μὴ ὅτε χωλοὶ περιεπάτησαν, καὶ μογγιλάλοι ἐτρανώθησαν, καὶ κωφοὶ ἤκουσαν, καὶ τυφλοὶ ἐκ γενετῆς ἀνέβλεψαν; καὶ τοῦτο γὰρ καὶ οἱ τότε θεωροῦντες Ἰουδαῖοι ἔλεγον, ὡς οὐκ ἄλλοτε ταῦτα γενόμενα ἀκούσαντες· Ἔκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἀνέωξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγενγεγεννημένου εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.

Ἀλλ’ ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω γεγενῆσθαι τὸν Θεὸν Λόγον διαβεβαιώσονται. τοῦτο γὰρ ἄνω καὶ κάτω θρυλλοῦντες, οὐκ ἐρυθριῶσιν ἀναιδευόμενοι πρὸς τὰ φαινόμενα.

Ἀλλὰ περὶ τούτου καὶ πρὸ πάντων μᾶλλον ἐλεγχθήσονται, οὐ παρ’ ἡμῶν, ἀλλὰ παρὰ τοῦ σοφωτάτου Δανιὴλ σημαίνοντος καὶ τὸν παρόντα καιρόν, καὶ τὴν θείαν τοῦ Σωτῆρος ἐπιδημίαν, καὶ λέγοντος· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν

πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγισθῆναι ἁμαρτίας, καὶ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι τὰς ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἀγίων· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλήμ, ἕως Χριστοῦ ἡγουμένου.

Ἴσως ἐπὶ τοῖς ἄλλοις κἂν προφάσεις εὑρίσκειν δύνανται, καὶ εἰς μέλλοντα χρόνον ἀναβάλλεσθαι τὰ γεγραμμένα. τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀντωπῆσαι δύνανται; ὅπουγε καὶ ὁ Χριστὸς σημαίνεται, καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἁπλῶς, ἀλλ’ ἅγιος ἁγίων εἶναι καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἰερουσαλὴμ συνίσταται, καὶ λοιπὸν παύεται προφήτης καὶ ὅρασις ἐν τῷ Ἰσραήλ.

Ἐχρίσθη πάλαι Δαβίδ, καὶ Σολομών, καὶ Ἐζεκίας, ἀλλὰ καὶ πάλιν Ἰερουσαλὴμ καὶ ὁ τόπος συνειστήκει, καὶ προφῆται προεφήτευον, Γάδ, καὶ Ἀσάφ, καὶ Νάθαν, καὶ μετ’ αὐτοὺς Ἡσαΐας, καὶ Ὠσήε, καὶ Ἀμώς, καὶ ἄλλοι. ἔπειτα καὶ αὐτοὶ οἱ χρισθέντες ἄνθρωποι ἅγιοι ἐκλήθησαν, καὶ οὐχ ἅγιοι ἁγίων.. Ἀλλ’ ἐὰν τὴν αἰχμαλωσίαν προβάλωνται, καὶ δι' αὐτὴν μὴ εἶναι λέγωσι τὴν Ἰερουσαλήμ· τί καὶ περὶ τῶν προφητῶν ἂν εἴποιεν; καὶ γὰρ πάλαι καταβαίνοντος τοῦ λαοῦ εἰς Βαβυλῶνα, ἦσαν ἐκεῖ Δανιὴλ καὶ Ἱερεμίας· προεφήτευον δὲ Ἰεζεκιὴλ καὶ Ἀγγαῖος καὶ Ζαχαρίας.