Historia philosophiae (fragmenta)

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Suidas v. Ἡσίοδοσ Κυμαῖος: ἦν δὲ Ὁμήρου κατά τινας πρεσβύτερος, κατὰ δὲ ἄλλους σύγχρονος. Πορ– φύριος καὶ ἄλλοι πλεῖστοι νεώτερον ἑκατὸν ἐνιαυ– τοῖς ὁρίζουσιν, ὡς λβ μόνους ἐνιαυτοὺς συμπροτε- ρεῖν τῆς πρώτης ὀλυμπιάδος.

Cyrillus c. lulian. l p. 28 A: Πορφύριος μὲν οὖν ὁ πικροὺς ἡμῶν καταχέας λόγους καὶ τῆς Χρν- στιανῶν θρησκείας μόνον οὐχὶ κατορχούμενος τοὺς ὠνομασμένους σοφούς τὸν ἀριθμὸν ὄντας ἑπτὰ τὴν τοιάνδε κλῆσιν ἁρπάσαι φησὶν ἐξ αἰτίας τοιᾶσδε. γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ βιβλίῳ τῆς φιλοσό- φου ἱστορίας. “ἐννέα δὲ ὄντων ἑπτὰ κληθῆναι σο- φοὺς ἐξ αἰτίας τοιαύτης. ἁλιέως βόλον νεανίσκοις ἀποδομένου ἰχθύων συνέβη χρυσοῦν τρίποδα ἐν τῷ βόλῳ εὑρεθῆναι τοῦ δὲ ἁλιέως ἰχθῦς ἀλλὰ μὴ τρί- ποδα πεπρακέναι λέγοντος καὶ τῶν νεανίσκων εἰς τὴν αὐτῶν τύχην ἀναφερόντων τὴν εὕρεσιν, ἔδοξε τῷ θεῷ τὴν κρίσιν ἐπιτρέψαι. τοῦ δὲ χρήσαντος διδόναι τὸν τρίποδα τῷ σοφῷ, Θάλητι πρώτῳ ὁ τρίπους προσηνέχθη. ὁ δὲ πρὸς Βίαντα ἀπέπεμψεν, ἐκεῖνον φάμενος εἶναι τὸν σοφόν· ὁ δὲ πρὸς ἕτερον πέμπει, κἀκεῖνος πρὸς ἄλλον, ἕως εἰς τοὺς ἑπτὰ τοῦ τρίποδος ἐκπεριαχθέντος καὶ πάλιν ὑποστρέψαντ- τος ἐπὶ τὸν πρῶτον, ἔδοξεν ἀναθεῖναι τῷ θεῷ· τοῦ- τον γὰρ εἶναι πάντων τὸν σοφώτατον.“