Historia philosophiae (fragmenta)

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Eusebius chron. p. 139 sive Anecd. Paris. vol. 2 p. 140: τὰ δʼ ἀπὸ τῆς Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτης ὀλυμπιάδος οὐδʼ αὐτὰ μὲν ἠξιώθη μνήμης ἐντελοῦς· ὅμως δʼ ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῆς φιλοσόφου ἱστορίας ὧδέ ως ἐπιτέμινεται πρὸς λέξιν.

Πορφυρίου ἀπὸ τοῦ πρώτου λόγου τῆς φιλοσό- φου ἱστορίας.

ἀπὸ τῆς ἁλώσεως Ἰλίου ἐπὶ τὴν τῶν Ἡρακλει- δῶν εἰς τὴν Πελοπόννησον κάθοδον ἔτη π φησὶν εἶναι ὁ Ἀπολλόδωρος· ἀπὸ δὲ τῆς καθόδου εἰς τὴν Ἰωνίας κτίσιν ἔτη ξ ἐντεῦθεν εἰς Λυκοῦργον ἔτη θ καὶ ἑκατὸν καὶ πεντήκοντα· ἀπὸ δὲ Λυκούργου εἰς τὴν πρώτην ὀλυμπιάδα ὀκτὼ καὶ ἑκατόν. τὰ δὲ πάντα ἀπὸ τῆς ἀλώσεως Ἰλίου ἐπὶ τὴν πρώτην ὀλυμ- πιάδα ἔτη ἑπτὰ καὶ υ. Anecd. Paris. vol. 2 p. 188, 28: ἀπὸ δὲ Ἰλίου ἁλώσεως ἐπὶ τὴν πρώτην ὀλυμ- πιάδα ἔτη ζ καὶ υ· τοῦτο γὰρ καὶ Πορφυρίῳ δοκεῖ. Cf. C. Müller in fragm. hist. Graec. vol. 3 p. 689.

Suidas v. Ὅμηρος: καὶ γέγονε δὲ πρὸ τοῦ τε– θὴναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζ Πορφύριος δὲ ἐν τῇ φιλοσόφῳ ίστορίᾳ πρὸ ρλβ φη– σίν ἐτέθη δὲ αὕτη μετὰ τὴν Τροίας ἅλωσιν ἐνιαυ- τοῖς ὕστερον υζ. τινὲς δὲ μετὰ ρξ ἐνιαυτούς τῆς Ἰλίου ἁλώσεως τετέχθαι ίστοροῦσιν Ὅμηρὸν· ὁ δὲ ῥηθεὶς Πορφύριος μετὰ σοε.

5