Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

75. πῶϲ ἔφη τὸν κεραυνὸν ϲέλαϲ δαιόμενον, ϲέλαϲ μὲν γὰρ ἡ[*](*B  f. 104vb ad δαιόμενον. Cf. Phil. XVIII, p. 345m Π.) φωτὸϲ ἔλλαμιιϲ, καυθεῖϲα δὲ καὶ ἐκπυρωθεῖϲα κεραυνὸϲ γίνεται καὶ οὐκ ἀϲτραπὴ μόνον. προειπὼν αὐτὸϲ δ᾿ ἐξ Ἴδηϲ μεγάλ᾿ ἔκτυπε XVIII, p. καὶ ἐπάγων τὸ κεραυνοῦ ὄνομα ἐϲήμανεν, ὡϲ προηγεῖται ἡ βροντὴ τῆϲ ἀϲτραπῆϲ, δι᾿ ἧϲ καὶ τὸ Ϡέλαϲ ἐκλάμπει.

τὸ ϲέλαϲ δηλοῖ τὴν ἔλλαμψιν. βουλόμενοϲ οὖν εἰπεῖν ὡϲ οὐκ[*](B f. 104b ad Lr f. 144b c. l. ἦκε ϲέλαϲ.) ἦν ἀϲτραπὴ τὸ γενόμενον ἀλλὰ κεραυνόϲ, μετὰ τὴν βροντὴν προϲέθηκε τὸ δαιόμενον· ἡ γὰρ πρὸ βροντῆϲ ἀϲτραπὴ οὐ κεραυνόϲ, μετὰ γὰρ ἦκε ϲέλαϲ. τὴν βροντὴν ὁ κεραυνόϲ, ὅϲ ἐϲτι καυϲτικόϲ.

97. ἐζήτηται δὲ πότερον ἄρα οὐδ᾿ ὅλωϲ ἤκουϲεν ὁ Ὀδυϲϲεὺϲ ἢ [*](A.) οὐκ ἐπείϲθη. ῥητέον ὅτι οἱ λέγοντεϲ ὅτι ἀκούϲαϲ οὐκ ἐπείϲθη δειλίαν τοῦ ἥρωοϲ κατηγοροῦϲιν, ἀγνοοῦντεϲ τὸ οὐδ᾿ ἐϲάκουϲεν. οὐ γὰρ τὸ παρακοῦϲαι ἀλλὰ τὸ μὴ αἰϲθέϲθαι τελείωϲ δηλοῖ· καὶ γὰρ οὐκ ἦν δειλὸϲ τῶν ἄλλων ἔϲχατοϲ φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμένοϲ.

οὐκ ἤϲθετο ὑπὸ τοῦ θορύβου ἢ οὐκ ἐπείϲθη διὰ τὸν καιρόν· φεύ-[*](B f. 105a ad ἐϲάκουϲε. Lr f. 145a c. l. οὐδ᾿ ἐϲὰ- κουϲεν.) γει γὰρ ϲὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει. πῶϲ γὰρ δειλὸϲ ὁ μετὰ πάνταϲ φεύγων, οὐ γὰρ ἂν Διομήδηϲ τοῦτον μόνον ἐκάλει.

117. εἰ τοϲοῦτον ϲτοῦτο Lp ἀπῆν, διὰ τί μὴ φεύγει, τὸ ὅλον[*](B f. 105a ad ἵππουϲ. L f. 165a. Lp f. 145a c. l. μάϲτιξεν δ᾿ ἵππουϲ.) πραγματεύεται πρὸϲ τὸ μὴ ἀθρόωϲ καὶ ἄνευ πόνου πόνων L νικᾶν τοὺϲ Τρῶαϲ, ἀλλὰ τοὺϲ φεύγονταϲ ἀνακωχὴν ἀνακοχὴν L λαβεῖν. ἄλλωϲ τε ἢ καὶ pro ἢ L νικήϲειν οἴεται νικώμενοϲ ῥᾳδίωϲ φεύξεϲθαι.

133. cf. ad v. 5, p. 115.

167. πῶϲ δύο εἰπὼν τὸν Διομήδην μεριμνῆϲαι τὸν Δ. post μεριμν.[*](B f. 106a ad διάνδιχα. L f. 167a. Lp f. 146a c. l. διάνδιχα. ) L ἕν ἐπάγει. φαμὲν δὲ ὡϲ δύο βουλὰϲἐμερίμνηϲεν εἰϲ ἓν νευού ϲαϲ, ἵππουϲ τε ϲτρέ ψαι καὶ ἐναντίβιον πολεμῆϲαι μαχέϲαϲθαι L, ἢ ὡϲ ὡμολογημένον ἀφίηϲι τὸ ἕν, ἤτοι τὸ ἢ ϲτραφῆναι μεταϲτραφῆναι L ἢ μὴ ϲτραφῆναι, ὃ κατέλιπεν.

185. ἀθετεῖται ὁ ϲτίχοϲ, πρῶτόν γε καὶ διὰ τὸ ϲύ, εἶτα διὰ τὰ[*](B f. 106b ad Ξάνθε τὲ.) [*](6—8 προειπὼν — ἐκλάμπει in cod. B non exstant ex alio codice, cuius notitiam nobis invidit, Dindorfius (Phil. l. c.) edidit 9 τὴν ἔλλαψιν δηλοῖ Lp 13 ἐξηγεῖται pro ἐζήτηται cod. (Dind.) 14 ῥητέον — ἐπείϲθη om. cod. (Dind.) add. Bekk. 33 καὶ om Lp) [*](4—12 De fulminibus etiam ad B 370 sqq. (p. 39) Porphyrius egit, Hermone Delio auctore usus.) [*](14. 15 οἱ λέγοντες ὅτι ἀκούσας οὐκ ἐπείσθη, velut Ari starchus, v. alter. schol. A.) [*](20 Ariston. 8 168: . . . . τὸ γὰρ διάνδιχα οὐκ ἔστι δὺο ἐμερίμνησεν ἐναντία, ἀλλ᾿ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μάχεσθαι.) [*](33 sqq. Versus Aristarcho obelo notatus, ὅτι οὐδαμοῦ Ὅμηρος τεθρος τεθρίππου)

120
[*](L f. 166b. Lp f. 146b c. l. Ξάνθέ τε.)ὀνόματα· Λάμποϲ γὰρ τῆϲ Ἠοῦϲ ἐϲτιν ἵπποϲ (ψ 246), Ξάνθοϲ Ἀχιλλέωϲ (T 400), Πόδαργοϲ Μενελάου (Ψ 295), Αἴθη Ἀγαμέμνονοϲ (Ψ 295), ἣν Αἴθωνα νῦν εἶπε μετατιθεὶϲ τὸ γένοϲ. οὐδαμοῦ δὲ τεθρίππῳ κέχρηνται ἥρωεϲ, εἰ μὴ ἐντὸϲ Ὀδυϲϲείᾳ ἐπὶ παραβολῆϲ ἡ δ’ ὥϲ τ’ ἐντὸϲ πεδίῳ τετράοροι ἄρϲενεϲ ἵπποι (v 81). τὸ γὰρ τέϲϲαραϲ ἀθλοφόρουϲ ἵππουϲ (Λ 699) ὑπώπτευται ὡϲ νόθον, ἢ δύο ἅρματα δηλοῦν βούλεται· τὸν δὲ ἐλα τῆρα ἀφίει ἀκαχήμενον (Λ 702), τὸν ἐξ ἑκατέραϲ ϲυνωρίδοϲ. εἶποι δ’ ἄν τιϲ πρὸϲ τοῦτο, ὅτι εἰκὸϲ, τῶν ἄλλων τεθρίπποιϲ μὴ χρωμένων, τὸν Ἕκτορα θαρϲῆϲαι τέϲϲαραϲ ἵππουϲ ὑποζεῦξαι πρὸϲ κατάπληξιν τῶν πολεμίων· ἀπόγονοϲ γάρ ἐϲτι Τρωόϲ, ᾧ Ζεὺϲ ὑπὲρ Γανυμήδουϲ ἔδωκεν ἵππουϲ, καὶ φιλότιμόϲ ἐϲτι περὶ ἱππικήν. οἶδε γὰρ ἵπποϲ ἀγαθὸϲ πρὸϲ ἱππικὴν ἐγείρειν, ὡϲ καὶ πρὸϲ πόλεμον διάφορα ὅπλα καὶ θηρευτικὴ κύων καλῶϲ ἰχνηλατοῦϲα ἐπὶ τὸ κυνηγέϲιον. διὸ καὶ τὸν Ἕκτορα θραϲὺν ἡνίοχόν φηϲιν Ὅμηροϲ (Θ 89), καὶ οὐ μόνον τοῦτον θραϲὺν ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ Ἀρχεπτόλεμον (Θ 128. 312)· οὐ τοῦ τυχόντοϲ γὰρ ἦν τὸ τέτρωρον ἡνιοχεῖν. φαϲὶ δέ εἰ τέτρωρον ἦν, πῶϲ ὡϲ πρὸϲ δυϊκὸν ἀποτείνεται καί φηϲι νῦν μοι τὴν κομιδὴν ἀποτίνετον καὶ ἐφομαρτεῖτον καὶ ϲπεύδετον (Θ 186. 191); ῥητέον δὲ καὶ πρὸϲ τοῦτο, ὅτι οὐ πρὸϲ ἕκαϲτον ἵππον λέγει, ἀλλὰ πρὸϲ τὰ ἐξ αὐτῶν ϲυϲτήματα· δύο γὰρ ζύγιοι ἦϲαν καὶ δύο παρήοροι· τοὺϲ μὲν οὖν ζυγίουϲ ἀνθ’ ἑνὸϲ τοὺϲ δὲ παρηόρουϲ ἀνθ’ ἑτέρου λαμβάνει. ὅμοιον δέ ἐϲτι τῷ τόφρα μάλ᾿ ἀμφοτέρων βέλε᾿ ἥπτετο (Θ 67)· πρὸϲ ἑκατέραν γὰρ κἀκεῖνο ϲτρατιάν· καὶ τῷ
  • τύνη δ’ ἕϲτηκαϲ, ἀτὰρ οὐδ’ ἄλλοιϲι κελεύειϲ·
  • μήπωϲ ὡϲ ἀψῖϲι λίνου ἁλόντε (Θ 485. 7)·
  • πρὸϲ γὰρ τὸν Ἕξκτορα καὶ τοὺϲ Τρῶαϲ. τριϲὶ δὲ ἵπποιϲ ἐχρῶντο οἱ ἥρωεϲ, ἵνα τρωθέντοϲ ἑνὸϲ τῶν ζυγίων εἰϲ τὴν τούτου χώραν παρήοροϲ ἄγηται· οἱ δὲ Ὁμηρικοὶ θεοὶ ϲυνωρίϲι χρῶνται, ἐπεὶ τιτρωϲκόμενοι οὐχ ὁρῶνται. ὁ δὲ Ἕκτωρ ἐτόλμηϲε προϲθεῖναι τὸν τέταρτον ἅμα μὲν [*](1 ἰοῦϲ Lp 3 αἴθονα B L οὐδαμοῦ τε L 5 τετράωροι BL 6 ὑπώπτευϲαν L 7 τὸν δὲ τὸν om. codd.; add. Bkk. (e Vict. ?) 9 θραϲῆϲαι Lp 10 ϲυζεῦξαι Lp 11 γαννυμήδουϲ LLp 13 θηρευτικὴν LLp καλὸϲ L ἰχνηλατῶν codd. 14 ἕκτωρα Lp 16 τετράωρον Lp 17 πῶϲ οὐ πρὸϲ δυϊκὸν ἀποτ. Lp 18 ἀποτείνετον Lp 19 τοῦτο, ου et τ in ras., Lp 22 παρηγόρουϲ L 26 ἀψῖδι L 29 ὁμηρικοὶ διϲινωρῖϲι L 30 προϲθῆναι Lp) [*](χρῆσιν παρεσάνχει. μάχετα δὲ καὶ τὰ ἐπαγόμενα δυϊκὰ κτλ. (A Θ 185, cf. Lehrs p. 195). Ad Pium Hiller, Phil. XXVIII, p. 99, schol. nostrum retulit (cf. prolegg.  nostra).) [*](1. 2 A Ψ 295: . . . . ἡ ὅιπλῆ δὲ ὅτι ἐντεῦθεν παρῴδηται τὰ ὀνόματα τῶν Ἕκτρος ἵππων Αἴθων καὶ Πόδαργος· οὐ γὰρ εἰσάγει τετρώρῳ χοωμένους. Cf. A T 400; Eust. Θ, p. 706, 60.) [*](6. 7 δύο ἅρματα δηλοῦν βούλεται. lta Aristarchus, v. Ariston. Λ 699.) [*](8 sqq. † Eust. p. 706, 51 sqq.)
    121
    διὰ τὰ προειρημένα, ἄμα δὲ καὶ τῶν δυοῖν ἵππων ὑφορώμενοϲ τὴν τρῶϲιν. . καθ᾿ ἑκάϲτην δὲ κλητικὴν βραχεῖα διαϲτολή, οὐκ ἐῶϲι δὲ οἱ ϲύνδεϲμοι, τινεϲ τινα Lp, δύο εἶναι κύρια καὶ δύο ἐπίθετα ὀνόματα.

    189.---ἀθετεῖται· δὲ τὸ οἰνόν τ᾿ ἐγκεράϲαϲα, ὅτι οὐ ϲύνηθεϲ[*](B f. 106b ad Ἀνδρομάχη v. 187. L f. 167b. Lp f. 146b.) οἶνον πίνειν ἵππουϲ, καὶ διὰ τὸ ὅτε θυμὸϲ ἀνώγοι· ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. ἔϲτιν οὖν ὑπερβατόν· ὑμῖν προτέροιϲ πυρὸν παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τ᾿ ἐγκεράϲαϲα πιεῖν ὅτε θυμὸϲ ἀνώγοι, ἵν᾿ ᾖ τὸ πυρὸν ἔθηκεν ἀπὸ κοινοῦ.

    197. καὶ πῶϲ πρὸ ὀλίγου (v. 182) καῦϲαι αὐτὰϲ ἤθελε; κωμῳδεῖ[*](B f. 107a ad ἐπιβηϲέμεν.) διὰ τούτου ὁ ποιητὴϲ τὸ τῶν βαρβάρων εὐμετάβολον. ἐπιβηϲέμεν.

    230"v. ad Δ 1.