De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Ὡς μὲν οὔτε πρὸς σωφροσύνην καὶ λιτότητα οὕτε πρὸς εὐσέβειαν, αἳ μάλιστα πρὸς τὸν θεωρη- τικὸν συντελοῦσι βίον, ἡ τῶν ἐμψύχων βρῶσις συμ- βάλλεται, ἀλλὰ μᾶλλον ἐναντιοῦται, διὰ τῶν φθα- σάντων, ὦ Φίρμε Καστρίκιε, δυεῖν βιβλίων ἀπεδεί- ξαμεν. τῆς δὲ δικαιοσύνης τὸ κάλλιστον ἐν τῇ πρὸς τούς θεούς εὐσεβείᾳ κεκτημένης, ταύτης δὲ ὡς ἔνι μάλιστα διὰ τῆς ἀποχῆς συνισταμένης, οὐ δέος ἐστὶ περὶ τοῦ πρὸς ἀνθρώπους δικαίου, μή πῃ τοῦτο παραθραύσωμεν, τήν γε πρὸς τούς θεούς ὁσίαν δια- σώζοντες. Σωκράτης μὲν οὖν πρὸς τούς ἡδονὴν διαμ-

123
φισβητοῦντας εἶναι τὸ τέλος, οὐδ᾿ ἂν πάντες, ἔφη, σύες καὶ τράγοι τούτῳ συναινῶσι, πεισθήσεσθαι ἐν τῷ ἥδεσθαι τὸ εὔδαιμον ἡμῶν κεῖσθαι, ἔστʼ ἂν νοῦς ἐν τοῖς πᾶσι κρατῇ· ἡμεῖς δέ, οὐδʼ ἂν πάντες λύκοι ἢ γῦπες τὴν κρεωφαγίαν δοκιμάζωσιν, οὐ συγχωρή- σομεν τούτοις δίκαια λέγειν, ἔστ᾿ ἂν ὁ ἄνθρωπος ἀβλαβὲς ᾖ φύσει καὶ ἀφεκτικὸν τοῦ διὰ τῆς ἄλλων βλάβης αὐτῷ τὰς ἡδονὰς πορίζεσθαι. ἐς οὖν τὸν περὶ τῆς δικαιοσύνης λόγον μεταβαίνοντες, ἐπείπερ ταύτην πρὸς τὰ ὅμοια δεῖν μόνα παρατείνειν εἰρή- κασιν οἱ ἀντιλέγοντες, καὶ διὰ τοῦτο τὰ ἄλογα δια- γράφουσι τῶν ζῴων, φέρε ἡμεῖς τὴν ἀληθῆ τε ὁμοῦ καὶ Πυθαγόρειον δόξαν παραστήσωμεν, πᾶσαν ψυχήν, ᾗ μέτεστιν αἰσθήσεως καὶ μνήμης, λογικὴν ἐπιδει- κνύντες· τούτου γὰρ ἀποδειχθέντος, εἰκότως καὶ κατὰ τούτους πρὸς πᾶν ζῷον τὸ δίκαιον παρατενοῦμεν. ἐροῦμεν δὲ τὰ παρὰ τοῖς παλαιοῖς συντόμως ἐπν- τέμνοντες.