De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής, οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρ- έργως δέ, ἀλλὰ σύν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις, ὑπα- ναστάσεσίν τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δό- σεσιν. οὐ γὰρ δὴ ἄνθρωπος μὲν ἐρεῖ·

  • εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με,
  • ἀπέχω πάλαι, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν·
  • τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην·
  • θεὸς δὲ οὐκ ἀρκεῖται τούτοις. διʼ ὅπερ ὁ Πλάτων, τῷ μὲν ἀγαθῷ θύειν, φησί, προσήκει καὶ προσο- μιλεῖν ἀεὶ τοῖς θεοῖς εὐχαῖς καὶ ἀναθήμασι καὶ θυ- σίαις καὶ τῇ πάσῃ θεραπείᾳ, τῷ δὲ κακῷ μάτην περὶ θεοὺς τὸν πολύν εἶναι πόνον. ὁ γὰρ ἀγαθὸς οἶδεν ἃ θυτέον καὶ ὧν ἀφεκτέον καὶ τίνα προσε- νεκτέον καὶ τίνων ἀπαρκτέον, ὁ δὲ φαῦλος ἐκ τῆς οἰκείας διαθέσεως καὶ ὧν αὐτὸς ἐσπούδακεν, προσά- γων τοῖς θεοῖς τὰς τιμὰς ἀσεβεῖ μᾶλλον ἢ εὐσε- βεῖ. διʼ ὅ οὐδʼ οἴται δεῖν τοῖς φαύλοις ὁ Πλάτων ἐθισμοῖς συμπεριφέρεσθαι τὸν φιλόσοφον· οὕτε γὰρ τοῖς θεοῖς εἶναι φίλον οὕτε τοῖς ἀνθρώποις συμ- φέρον, ἀλλὰ μεταβάλλειν μὲν πειρᾶσθαι εἰς τὸ ἄμει- νον, εἰ δὲ μή, αὐτὸν πρὸς αὐτὰ μὴ μεταβάλλεσθαι, μετιέναι δὲ τὴν ὀρθὴν ὀδὸν αὐτὸν πορευόμενον μήτε κινδύνους τούς ἀπὸ τῶν πολλῶν εὐλαβούμενον μήτε
    122
    τὴν ἄλλην, εἴ τις γίγνοιτο βλασφημία. καὶ γὰρ δεινὸν ἂν εἴη, Σύρους μὲν τῶν ἰχθύων μὴ ἂν γεύσασθαι μηδὲ τούς Ἕβραίους συῶν, Φοινίκων τε τούς πολλούς καὶ Αἰγυπτίων βοῶν θηλειῶν, ἀλλὰ καὶ βασιλέων πολλῶν μεταβαλεῖν αὐτούς σπουδα- σάντων θάνατον ὑπομεῖναι μᾶλλον ἢ τὴν τοῦ νό- μου παράβασιν, ἡμᾶς δὲ τούς τῆς φύσεως νόμους καὶ τὰς θείας παραγγελίας φόβων ἕνεκα ἀνθρωπί- νων ἤ τινος βλασφημίας τῆς ἀπὸ τούτων αἱρεῖσθαι παραβαίνειν. ἡ μέγα ὁ θεῖος χορὸς σχετλιάσειεν ἂν θεῶν τε ὁμοῦ καὶ ἀνδρῶν θείων πρὸς ἀνθρώ- πων φαύλων δόξας ὁρῶν ἡμὰς κεχηνότας καὶ τὸν παρὰ τούτων φόβον ὑφορωμένους, οἵ καθʼ ἡμέραν μελέτην ἐν τῷ βίῳ τὸ ἀποθνήσκειν τοῖς ἄλλοις πε- ποιήμεθα.