De Theologia (Orat. 28)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, The Five Theological Orations, Mason, Cambridge, 1899

Βούλει σοι καὶ τὰς τῶν ἄλλων ζώων διαφορὰς πρός τε ἡμᾶς καὶ πρὸς ἄλληλα, φύσεις τε καὶ γενέσεις καὶ ἀνατροφάς, καὶ χώρας, καὶ ἤθη, καὶ οἷον πολιτείας καταριθ- μήσωμαι; πῶς τὰ μὲν ἀγελαῖα, τὰ δὲ μοναδικά; τὰ μὲν ποηφάγα, τὰ δὲ σαρκοβόρα; τὰ μὲν θυμοειδῆ, τὰ δὲ ἥμερα; τὰ μὲν φιλάνθρωπα καὶ σύντροφα, τὰ δὲ ἀτίθασσα καὶ ἐλεύθερα; καὶ τὰ μὲν οἷον ἐγγύτερα λόγου τε καὶ μαθήσεως, τὰ δὲ παντελῶς ἄλογα καὶ ἀμαθέστατα; τὰ μὲν πλειόνων αἰσθήσεων, τὰ δὲ ἐλαττόνων; τὰ μὲν ἀκίνητα, τὰ δὲ μεταβατικά; τὰ μὲν ταχύτατα, τὰ δὲ παχύτατα; τὰ μὲν ὑπερβάλλοντα μεγέθει καὶ κάλλει ἢ τῷ ἑτέρῳ τούτων, τὰ δὲ βραχύτατα ἢ δυσειδέστατα ἢ καὶ ἀμΦότερα; τὰ μὲν ἄλκιμα, τὰ δὲ ἀσθενῆ; τὰ μὲν ἀμυντικά, τὰ δὲ ὕποπτα καὶ ἐπίβουλα; τὰ μὲν φυλακτά, τὰ δὲ ἀφύλακτα; τὰ μὲν φίλεργα καὶ οἰκονομικά, τὰ δὲ παντάπασιν ἀργὰ καὶ ἀπρονόητα; καὶ ἔτι πρὸ τούτων, πῶς τὰ μὲν ἑρπυστικά, τὰ δὲ ὄρθια; τὰ μὲν φιλόχωρα, τὰ δὲ ἀμΦίβια; τὰ μὲν φιλόκαλα, τὰ δὲ ἀκαλλώπιστα; συζυγῆ τε καὶ ἀζυγῆ; [*](23. 1 διαΦορας] ἀναστροφὰς ’Reg. a' || 3 καταριθμησωμαι] σομαι df: -σωμεν e || 10 τὰ μὲν ταχύτατα τὰ δε παχυτατα] τὰ μὲν ταχύτατα tantum a: τὰ μὲν παχυτατα tantum b: τὰ ’δε ταχύτατα tantum cdef || 1 1 και] η e || 13 τὰ μὲν αλκιμα] τὰ ’δε αλκ. e ΙΙ τὰ μὲν αμυντικα] τὰ ’δε ἁμ. a || 14 om τὰ μὲν φυλακτὰ bef || 16 ερπιστικα ab: ερπηστικα def || 17 τὰ μὲν φιλόχωρα, τὰ ’δε φίλ’. c) [*](23. Hcnv wonderful the variety of the beasts!) [*](6. ἀτίθασσα] or ἀτίθασα, ἵκοι disposed to be tamed'; ἐλεύθερα, cp. Job xxxix 5.) [*](17. Φιλόχωρα] ‘attached to a place'; it seems an imperfect antithesis to ἀμφίβια, but prob. Gr. means that the latter class are so little attached to a place that they are indifferent even to an element.) [*](18. φιλόκαλα] Gr. seems to be anticipating what he says in § 24 about the peacock; it would not be easy to point to a quadruped which is markedly φιλόκαλον unless Gr. refers to such things as the way in which a cat washes itself. Isocrates advises a man to be φιλόκαλος in regard to his dress, but not καλλωπιστής, which he says would be περίεργον. Ἀκαλ- λώπ. cannot mean ‘unadorned, which would be no antithesis to Φιλόκ., but ‘not given to adorning themselves.’)

58
σώφρονά τε καὶ ἀκόλαστα; πολύγονά τε καὶ οὐ πολύΥονα; μακρόβιά τε καὶ ὀλιγόβια; κάμνοι ἃν ἡμῖν ὁ τοῖς κατὰ μέρος ἐπεξιών.