Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ψυχήν· μόρος γὰρ οὔποτ᾿ ἦν ὑπέρτερος,
- εἰ μὴ μεθῆκας Πατρὶ πνεῦμ᾿ ἑκουσίως.
- Ἤκουσ’, ἔκλυον σὴν ὄπα πρὸς Πατέρα.
- Τίνος δ’ ἕκατι γῆς σ’ ἀποστέλλει Πατήρ;
- τί σ᾿ ὧδ᾿ ἀτίμως ἠθέλησε τεθνάναι,.
- τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν
- τέθεικας; οἴμοι, συνθάνοιμί σοι, Τέκνον·
- Ἰδοὺ τέθνηκας, τὶς με δέξεται πόλις;
- τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
- ξένος παρασχὼν ῥύσεται δέμας τόδε;
- Οὐκ ἔστι. Μείνω σ’ οὖν ἔτι σμικρὸν χρόνου,
- ἢν τριττὸν ἦμαρ λαμπροφεγγὲς εἰσίδω,
- ὡς αὐτὸς εἶπας νεκρέγερσιν μηνύων,
- κἀγὼ πέποιθα καὶ στέγω ταῖς ἐλπίσι,
- κἂν νῦν νέκυν βλέπουσ’ ἀπῃωρημένον
- στένω ’μὲ μᾶλλον ἢ σὲ τῆς ἀπουσίας·
- ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
- Εἰ γὰρ γενοίμην, Τέκνον, ἀντὶ σοῦ νεκρός ·
- ὄλωλα, Τέκνον, οὐδέ μοι χάρις βίου.
- Αἲ αἴ· κατ᾿ ὄσσων κιχάνει μ᾿ ἤδη σκότος·