Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ὄλωλα καὶ δὴ νερτέρων ποθῶ δόμους·
- τὸ κατὰ γᾶς θέλω. τὸ κατὰ γᾶς κνέφας
- τανῦν μετοικεῖν, σῆς θέας στερουμένη.
- Δύστηνος, οἷον ἔσχον ἄρτ᾿ ἄλγημ᾿ ἐγὼ,
- οὐ τλητὸν οὐδὲ ῥητον, ἀλλ’ ἀπωλόμην.
- Πῶς δ’ ἐξ ἀναύδου καὶ μύσαντός ὄμματα
- ἕξω παρηγόρημα, μήτηρ παντλάμων;
- Ἄλλως σ’ ἄρ’ αὐτὴ, Τέκνον, ἐξεθρεψάμην,
- ὃς τὴν τροφὴν ἅπασι δαψιλῶς νέμεις;
- μάτην τ᾿ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
- φεύγουσα χεῖρας τῶν φονώντων σοὶ, Τέκνον,
- ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων;
- Ἀλλ’ οὐκ ἐγᾦμαι, κἂν στένω κἂν δακρύω.
- Ἐγώ σ’ ἔτικτον, οἶδα δ’ ὥς σ’ ἐγεινάμην·
- ὅθεν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
- ἐν σοὶ μεγίστας γηροβοσκήσειν τ᾿ ἐμὲ
- καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
- ζηλωτὸν ἀνθρώποισιν· οὐδ’ ὄλωλε μοι
- ἐλπὶς γλυκεῖα σοῦ, Τέκνον, τεθνηκότος.
- Ὦ φθέγμα γλυκὺ, γλυκὺ χάρμα μοι φέρον,