Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Τίνος γε διψῶν ἀπεγεύσω πικρίας;
- Αὖθίς τε διψᾶν κάρτα κέκραγες μέγα.
77
- κραυγῆς ἀκούσασ’ ἐκπέπληγμαι παντλάμων
- ἐγώ· τὸ μέντοι πρᾶγμ’, ἐφ’ ᾧ τανῦν στένεις.
- οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
- Φθέγξαι τι, δεῦρ’ ἄθρησον. Ἰώ μοι κακῶν·
- Τί τί σὸν ὄμμα χρώς τε συντέτηκε νῦν;
- Σιγήσατ’, ὦ γυναῖκες, ἐξειργάσμεθα·
- ἐπίσχετ᾿ αὐδήν· Παῖδ’ ἐρωτῆσαι θέλω·
- ὁρῶ γὰρ ἤδη τόνδε πλησίον μόρου,
- ναὶ ναὶ βλέπω κλίναντα πάντιμον κάραν.
- μικρὰν λιπόντα ῥᾳδίως ὁμιλίαν.
- Ἔα, τί λεύσω; σὸν δέμας νεκρὸν, Τέκνον,
- ἀθρῶ, μεγίστου θαύματος τόδ’ ἄξιον,
- ὃς ἀρτίως κέκραγε πρὸς τὸν Πατέρα
- φωνῇ κραταιᾷ γεῖσσα γῆς ταραξάσῃ,
- οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη
- φρικῶδες ἀντεφθέγξατ᾿, εἰσορῶσι δὲ
- θέαμα κρεῖσσον ὀμμάτων ἐφαίνετο ,
- ὃν ἀρτίως ἔδρακον, ὃς φάος τόδε