Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. λύω δὲ Πέτρῳ σφάλμα χρῃζούσης σέθεν·
  2. καὶ γὰρ πάροιθεν σοῖς ἐπειθόμην λόγοις
  3. σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
  4. Καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
  5. ἕλκει δὲ καὶ δάκρυα πολλήν μου χάριν
  6. καὶ πάντα λύει δεσμὸν ἀμπλακημάτων.
  7. Σοί τ᾿ αὐ παραινῶ· μηδένα βροτῶν στύγει,
  8. μηδ’ οἱ μ’ ἀπῃώρησαν ἀνόμως ξύλῳ
ΘΕΟΤΟΚΟΣ.
  1. Ὤμοι, φρενὸς σῆς εὐμενεστάτης ἀεί·
  2. ὡς οὐδὲ πάσχων δυσμεναίνεις τῷ γένει
  3. οὐδὲ προσηλώσασιν ὀργίζῃ ξύλῳ.
  4. Τίς γὰρ ἂν ἔτλη θυμὸν ὀργῆς σου, Τέκνον;
  5. ἢ τίς ἀγανάκτησιν ὑπέστη σέθεν;
Ο ΧΡΙΣΤΟΣ.
  1. Ἄπιθ’ ἄπιθι δυσμενῶν νῦν ἐκ μέσου·
  2. ὧνπερ γὰρ οὕνεκ’ εἰς ἐμοὺς ἧκες λόγους,
  3. τὰ μὲν πέπρακται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
  4. Ἐνταῦθα μέν σοι τῶνδ’ ἀπαλλάσσω λόγον.
ΘΕΟΤΟΚΟΣ.
  1. Ἄραρεν, ὡς ἔοικεν, ὦ τάλαιν᾿ ἐγώ·
  2. Αἲ αἴ· τίν’ ἐκφωνεῖς φρικώδη τήνδ’ ὄπα
  3. γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία;