Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἀνῆγον, ἦγον, ἦγον εἰς ἄκρον τέλος,
- ὀρθὸς δ’ ἐς ὀρθὸν αἰθέρ’ ἐστηρίζετο.
- Ἐς κλῶνα δ’ ἐγκάρσιον ἄλλον εὐθέως
- ἔτεινον, ἐξέτεινον, ἥλωσαν χέρας,
- πόδας δὲ καθήλωσαν ἐν πηκτῷ ξύλῳ.
- Ὡς δ’ ἔσχον οὕτως Δεσπότην ἠρτημένον,
- ἄλλοι μὲν αὐτὸν καλάμῳ κραταιβόλῳ
- ἔβαλλον, ἀντίπυργον εἰσβάντες πέτραν,
- ἄλλοι δ’ ὑσώπῳ σπόγγον ὄξους ἔμπλεον,
- χολῇ κεκραμένου δ’ ἀνῆγον ἐς στόμα,
- οἵδ’ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμένοι,
- οὔτ᾿ εἶδον, οἷ’ ἔρεξε θαύματ’ ἐν βροτοῖς,
- ἄλλως διῆγον καὶ διήνεγκαν Κᾶρας
- καὶ στέρν’ ἔτυπτον ἀμαθῶς ἀγνωσίᾳ.
- Ἐγὼ δὲ πόρρω, Δεσπότῃ γὰρ εἱπόμην,)
- πρῶτον μὲν εἰς χλοηρὸν ἷζον που νάπος
- τά τ᾿ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
- ἔσωζον, ὡς ὁρῶν νιν, οὐχ ὁρώμενος
- ὄχλῳ κακεργάτῃ τε καὶ μιαιφόνῳ·
- σέ τ᾿ αὐ δακρυχέουσαν ἑστῶσαν ἰδὼν