Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἤλυθον εἰπεῖν οὐ καλῶς πεπραγμένα.
ΘΕΟΤΟΚΟΣ.
  1. Ἰώ μοι, ἰώ·
  2. Αἲ αἲ, τί δράσω; καρδία γὰρ οἴχεται.
  3. Πῶς πῶς δ’ ἔτι ζώ καὶ φέρω ταῦτα κλύειν;
  4. ἰδεῖν δὲ ταῦτα πῶς ποτ᾿ οἴσω παντλάμων;
  5. Ἴτ’, ὦ γυναῖκες, τῆς Γαλιλαίας τέκνα,
  6. προσείπατ᾿ καὶ προπέμψατε χθονός.
  7. Ὠ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν δέος.
ΧΟΡΟΣ.
  1. Σὺ γὰρ φύγῃς τὸν δῆμον, ὡς τί μὴ πάθῃς;
ΘΕΟΤΟΚΟΣ.
  1. Κἀγὼ δὲ τόνδε λοιπὸν εἰς τί καὶ τρέσω;
  2. Ἴωμεν οὖν, ἴωμεν, ἀπέστω φόβος·
  3. τί γὰρ ἔτι ζῆν κέρδος ἡμῖν ἐνθάδε;
  4. Ἀλλ’ ἀπίωμεν, ὡς ἴδω Παιδὸς πάθη.
  5. Ἰώ μοι, ἰώ·
  6. Γυναῖκες, ὄψιν φαιδρὰν οὐχ ὁρῶ τέκνου·
  7. χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον.
  8. Γυναῖκες, ὄμμα στυγνὸν ὡς εἶδον τέκνου,
  9. ποθῶ τεθνάναι, ζῆν δ’ ἔτ᾿ οὐδαμῶς στέγω.
  10. χωρεῖτε χωρεῖτ’, οὐκέτι τὸ ζῆν φέρω.
  11. Ὠ κοινὸν ὠφέλημα θνητοῖσιν φανεὶς,