Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ὁρῶ δ’ ὄχλον δραμόντα καὶ φθάσαντ᾿ ἄκραν,
- ἀστῶν δὲ δή τιν’ ἠρόμην ἄθροισμ’ ἰδών·
- Τί καινὸν ἄστει; μῶν τὶ δυσμενῶν πάρα
- ἄγγελμ’ ἀνεπτέρωκεν Ἑβραίων πόλιν; “
- Ὄδ᾿ εἶπ᾿· „Ἰησοῦν κεῖνον οὐχ ὁρᾷς πέλας
- ἐστῶτ’, ἀγῶνα θανάτου δραμούμενον;“
- ὁρῶ δ’ ἄελπτον φάσμ’, ὃ μή ποτ᾿ ὤφελον,
- τὸν μὲν κατηφῆ καὶ σιγῶνθ’ ἑστηκότα,
- τοὺς δ’ ὥστε κύνας αἵματος διψαλέους
- κύκλῳ περιτρέχοντας, ἐγκεχηνότας.
- Ἐπεὶ δὲ πλήρης ἦν Ἰουδαίων ὄχλος,
- δείλαιος ἀγὸς διχόμυθ’ ἐφθέγγετο,
- λόγους ἑλίσσων ἄλλοτ᾿ ἄλλους ἐν φόβῳ ,
- τέλος δ’ ἔφη, σὸν Υἱὸν ἐκπαγλούμενος,
- ὡς ἀκέραιον, ἀνεπίπληκτον βλέπων
- καὶ ξυνετῶς χωροῦντα πρὸς πάντας λόγους,
- τοὺς δ᾿ οὐκ ἐπαινῶν ὡς φονῶντας ἀνόμως,
- καθ’ οὗπερ οὐχ εἵρισκεν αἰτίαν φόνου,
- ἔλεξε γοῦν, ἔλεξε· Τίς χρῄζει λέγειν,
- ὡς ἄρ’ Ἰησοῦν κατθανεῖν, ἢ μὴ χρεών;