Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Οὐκ οἶδ’· ἔοικε δ’ οὐ μακρὰν ὅδ’ ἄγγελος
- λέξειν τἀκεῖθεν σοῦ φίλου Παιδὸς πέρι.
- Ἔδοξε θανεῖν Παῖδα σὸν τῇδ’ ἡμέρᾳ
- γραμματέων ψήφῳ τε καὶ πρεσβυτέρων.
- οἴμοι, προσῆλθεν ἐλπὶς, ἣν φοβουμένη
- πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις
- Ἀτὰρ τίς ἀγὼν, τίνες Ἑβραίων λόγοι
- καθεῖλον αὐτὸν κἀπεκύρωσαν θανεῖν;
- Γυναῖκες, αἱ τῆσδ’ ἐγγὺς ἐστὲ συμφορᾶς.
- γυναῖκες, οὐκ ἀνάσχετ’, οὐκ ἀνέξομαι·
- ῥίψω, μεθήσω σῶμ’, ἀπαλλαγήσομαι
- βίου θανοῦσα· χαίρετ’, οὐκέτ᾿ εἴμ᾿ ἐγώ.
- Σὺ δ’ εἰπὲ, τίνι κέκριται τρόπῳ θανεῖν
- Παῖδ’ ; ἆρα λευσίμῳ χερὶ ψῆφος θανεῖν
- ἢ δὴ σιδήρῳ πνεῦμ’ ἀπορρῆξαι κρίσις;
50
- Ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
- βαίνων, πυθέσθαι δ’ ἤθελον τοῦ δὴ πέρι·
- σῷ γὰρ ἀεί ποτ᾿ εἶχον εὔνοιαν τέκνῳ,
- βλέπων νιν, οἷ’ ἔρεξε θαυμέστ’ ἐν βροτοῖς,
- κἀμοῦ δὲ διήνοιξεν ὀμμάτων κόρας·