Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- σωτήριον τάχιστ’ ἐκ τάφου.
- Ἔσεσθέ μοι μάρτυρες ἐν πάσῃ χθονί·
- σώσει δ’ ἑαυτὸν, ὃς λόγον δεδεγμένος
- ἀσπάσεται βάπτισμα, ῥύσιον λύθρου·
- ὃς δ’ ἀποδιώξειε τοὺς ὑμῶν λόγους,
- ὅδ’ ὡς ἄπιστος ἐμπέσῃ κατακρίσει.
- Ἐφ’ ᾧ δίδωμι Πνεύματος θείου χάριν·
- οὗ δ’ ἂν λύσητε δεσμὸν ἀμπλακημάτων,
- καὶ δεσμόλυτος εὑρεθήσεται τότε·
- οὗ δ’ ἂν κρατῆτε δεσμὸν αμαρτημάτων,
- δεσμοῖς ἀλύτοις κεκρατημένος μενεῖ.
- τοιῶνδε δεσμῶν ἀλύτων με, παντάναξ,
- ὁ δεσμολύτης αὐτὸς ὢν, Σῶτερ, λῦσον,
- οἷς, φεῦ· με κατέδησεν ἀπροσεξία
- ἐχθρός θ’ ὁ πλάνος κατεβάρυνε φθόνῳ,
- ὁρῶν με τῶν πρὶν ἀλύτων λελυμένον
- τῇ πρὸς σὲ πίστει, δωρεᾷ φιλαγάθῳ.
- Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, βασιλεῦ παντάναξ,
- τὸν ἀρχέκακον καταπατήσας ὄφιν,
- ἔσχατον ἐχθρὸν καμβαλών τε τὸν πότμον,