Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. τάχ’ ὡς ἀνέστη καὶ τάφου κεκλεισμένου
  2. καὶ πρὶν προῆλθεν ἐκ πυλῶν τῆς παρθένου,
  3. ἄλυτα τηρῶν κλεῖθρα μητρὸς πανάγνου.
ΧΡΙΣΤΟΣ.
  1. Εἰρήνη ὑμῖν.
  2. Τί δὴ θροεῖσθε; χεῖρας ἰδοὺ καὶ πόδας
  3. αὐτήν τε πλευρὰν τὴν ἐμὴν νενυγμένην
  4. τρανῶς ἰδόντες γνῶτε μ’, ὡς ἐγὼ πάλιν
  5. εἴμ’ αὐτός· οὐ γὰρ πνεῦμα σάρκα πως ἔχει,
  6. οὐδ’ ὀστέα ξύνεστι τῷ πνεύματί που,
  7. καθάπερ αὐτὸν νῦν ὁρᾶτ’ ἔχοντά με,
  8. καὶ ψηλαφήσαντές μ’ ἴδηθ’, ὡς πάντ’ ἔχω.
  9. Καθὼς δ’ ὁ Πατὴρ ἐνθάδ’ ἀπέσταλκε με.
  10. οὕτως ὑμᾶς πρὸς κόσμον ἐκπέμπω κἀγὼ
  11. καὶ Πνεῦμ᾿ ἅγιον ἐμπνέω φίλοις ὑμῖν,
  12. ὅπερ λαβόντες παντὶ κηρύξατε με
  13. σὺν Πατρὶ καὶ Πνεύματι τῷ παναγίῳ.
  14. Ἄπιτε γοῦν, ἄπιτε, κήρυκες φίλοι,
  15. ᾄσατ’ ἐπινίκι’ ἀνὰ πᾶσαν χθόνα
  16. καὶ βασιλείους ἀμφιδραμόντες δόμους
  17. ἐρεῖτε, Δαυΐδου πόλις πᾶσ’ ὡς ἴδη