Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Ναὶ ναὶ πρὸ πασῶν ἥδ’ ἔδραμεν ἐς τάφον,
- ἐγώ τε ταύτῃ ξυνέδραμον αὐτίκα,
- καὶ τὴν κένωσιν εἴδομεν πρὶν τοῦ τάφου,
- ἄρσιν τ’ ἔδοξε τήνδε νεκροῦ φιλτάτου
- καὶ πρὸς τόπον σώματος ἄλλον που θέσιν.
- Ἀλλ’ εὐθέως ἔγνωμεν, ὡς τὸ πρᾶγμ’ ἔχει,
- καὶ τοῦτο μύσταις Μαρία δραμοῦσ’ ἔφη·
- Πέτρος δ’ ἀναστὰς ἔδραμε πρὸς τὸν τάφον,
- ξυνέδραμ’ αὐτίκα τε μύστης παρθένος
- εἶδόν θ’, ἅτιν’ εἴρηκε Μαρία σφισιν.
- Αὖ δ’ ἄμμες ἐλθεῖν κατόπιν γ’ ἐδράμομεν.
- Ἐγγὺς δ’ ὅμως πάρεστιν ἥδ̓ ἡ Μαγδάλα,
- φήσειέ τ’ αὐτὴ πᾶν ὅραμα δρᾶμα τε.
- Τί φὴς, κόρη δέσποινα, χάρμα τοῦ γένους;
- Ἅττα προϊδεῖν καὶ προειπεῖν τοῖς φίλοις
- εἴρηκας αὐτὴ, ταῦτ’ ἀπαγγέλλω κόραις.
- Οὕτως ἔχει, δέσποινα, καθάπερ λέγεις.
- Οἶδας γὰρ, οἶδας τῷ τάφῳ με πρωΐσαι,
- ὅσα τ’ ἔφην, ἔκλυες. Οὐ χρή μ’ αὖ λέγειν,
- ἅπερ δραμοῦσα πρὸς πανόλβιον τάφον