Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. σὺν σοὶ τὸ πρῶτον, εἶτα σὺν μύσταις δυοῖν,
  2. κἀκεῖ δακρυχέουσα, παρισταμένη
  3. ἀνιστόρησα κἀκριβωσάμην τρανῶς·
  4. λευχειμονοῦντας τ’ εἶδον ἀγγέλους δύο,
  5. ἄνω κάτω τε τοῦ τάφου καθημένους,
  6. τὸν μὲν κεφαλῇ, τόνδε δ’ αὖ πρὸς τοὺς πόδας·
  7. καὶ τούσδ’ ἀπαστράπτοντας ἰδοῦσ’ ἐνθέως
  8. ἔστην καταπλαγεῖσα χαρᾷ καὶ φόβῳ·
  9. εἶτ’ αὖ δι’ γῆρυν, οὐχ ἣν εἰκάσαι,
  10. ἐδεξάμην γε καὶ μετεστράφην τρόμῳ·
  11. αὐτίκα δ’ ἀθρῶ Χριστὸν ἐν καινῇ θέᾳ·
  12. μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν ἔφην,
  13. πίτνω τε πρὸς γῆν καὶ ποδῶν ἐφηπτόμην·
  14. ὅδ’ ἀπέπεμπε καὶ φίλοις ἔπεμπέ με·
  15. καὶ τοῦδ’ ἀκούσασ’, ὧν ἐφιέμην μαθεῖν,
  16. ὡς πρὸς πόλον γ’ ἄνεισι καὶ τὸν Πατέρα·
  17. οὔπω δ’ ἀναβέβηκεν, ὡς ἔφη, τέως,
  18. ἐν γῇ μένων δὲ πρὸς Γαλιλαίαν φίλους,
  19. ὡς σφίσιν εἶπε, προφθάνειν καὶ προσμένειν·
  20. μύσταις ἅπαντα ταῦτα τοῖς φίλοις ἔφην.