Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Ἐγὼ πρὸς ὑμῶν τόνδε κίνδυνον θέλω
- ῥίψασα κατόπτις σοροῦ θείου μολεῖν·
- ἅπαντ’ ἐκεῖθεν ἐκμαθοῦσα δ’, ὡς ἔχει,
- ἥξω πρὸς ὑμᾶς, πρὶν φάος μολεῖν χθόνα·
- ἥξω δὲ θᾶττον. Τόνδ’ ὑφίσταμαι πόνον
- ἕκητι πολλῶν, ὧν ἀπηλλάγην, κακῶν·
- κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμα
- αὐτὸς παράσχῃ νεκρὸς, οὐ νεκρὸς δ’ ἐμοὶ.
- Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ’ ἔτι κνέφας.
- Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἔως,
- ἣν εἴθ᾿ ἴδοιμι τάχιον γε, Παντάναξ·
- ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος·
- ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω,
- αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον·
- πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶ
- ἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν.
- Ἄπιθ᾿ ἄπιθι· προδραμοῦσα τί μάθοις,
- ἀνδρώαν εἰσφέρουσα τὴν τολμηρίαν;
- Ἄμμες δ’ ἐφεψόμεσθα σὺν αὐτῇ Κόρῃ
- ἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων·