GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.1941-1.1960 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.1941-1.1960
Ἐγὼ πρὸς ὑμῶν τόνδε κίνδυνον θέλωῥίψασα κατόπτις σοροῦ θείου μολεῖν·ἅπαντ’ ἐκεῖθεν ἐκμαθοῦσα δ’, ὡς ἔχει,ἥξω πρὸς ὑμᾶς, πρὶν φάος μολεῖν χθόνα·ἥξω δὲ θᾶττον. Τόνδ’ ὑφίσταμαι πόνονἕκητι πολλῶν, ὧν ἀπηλλάγην, κακῶν·κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμααὐτὸς παράσχῃ νεκρὸς, οὐ νεκρὸς δ’ ἐμοὶ.1930 Bacch. 828. 1931—35 Rhes. 147—51. 1941—43 Rhes. 154—56. 1944 Rhes. 223. 1945 Rhes. 157. 1946 Med. 714. 1947 Rhes. 159 sq.1931 γὰρ CV, γά Μ, om. ΑΒ. 1932 δ’ ἴε Α, idem εἰς. ὡς θέλεις marg. V et b. 1933 δὴ ταφίλων Μ. 1933 sq. choro continuat V. 1934 τολμᾷ CM, θέλει VAB et Eur. κατόπτις CM, της VAB et Eur. μολεῖ CM. ἐμὸς δ’ εὐεργέτης VAB secundum Eur. 1936 μῦσται V. 1937 ὁρμὴν ex ὀργὴν corr. V. 1940 ἀλόγων Β. 1941 πρὸ V. ἡμῶν VB. 1942 κατόπτης 1948 παράσχοι VAB.Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ’ ἔτι κνέφας.Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἔως,ἣν εἴθ᾿ ἴδοιμι τάχιον γε, Παντάναξ·ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος·ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω,αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον·πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν.ΧΟΡΟΣ.Ἄπιθ᾿ ἄπιθι· προδραμοῦσα τί μάθοις,ἀνδρώαν εἰσφέρουσα τὴν τολμηρίαν;Ἄμμες δ’ ἐφεψόμεσθα σὺν αὐτῇ Κόρῃἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων·