Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. οἴμοι, Τέκνον μου, σῆς σφαγῆς πανταδίκου·
  2. ὤμοι ταλαίνῃ δραμάτων ἀντιστρόφων·
  3. οὐ γὰρ συνῳδὰ ταῦτα τοῖς ἠλπισμένοις,
  4. κἂν συνᾴδωσι τοῖς προηγορευμένοις.
  5. Ἔτλην μεγίστας συμφορὰς καὶ πρὶν, Τέκνον,
  6. ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων·
  7. ἀλλ’ εἵπετ᾿ εὐθὺς συμφοραῖς θυμηδία,
  8. σοῦ συμπαρόντος καὶ λύοντος ἀνίας·
  9. νῦν δ’ ἄλγος ἀφέρτατον, οἴμοι, πῶς φέρω;
  10. Τί γοῦν, τί δράσω νῦν παθοῦσ’ ἀμήχανα;
  11. θέλξει δ’ ἕδραν ὄμματος ὕπνος πῶς ἄρα;
ΗΜΙΧΟΡΙΟΝ.
  1. Ἄμμες μὲν, ὦ δέσποινα, χαμαιστρωτίᾳ
  2. ἀνεκλίθημεν, σώμασιν παρειμέναι,
  3. νέαι, παλαιαὶ, παρθένοι τ᾿ ἔτ᾿ ἄζυγες,
  4. ἄλλαι πρὸς ἄλλων ἐρείσασαι Κᾶρας.
  5. αἵδ’ ἐν παρειαῖς ὑποβαλοῦσαι χέρας,
  6. καὶ βαιὸν ἡρπάσαμεν ὕπνου βραχύ τι·
  7. σὺ δ’ οὐχ ὑπνώσας οὐδ’ ἀνέκλινας δέμας,
  8. παννύχιον στένουσα κὠδυνημένη·
  9. πάσῃ γὰρ ἄγρυπνον εὐφρόνῃ στρέφεις.