Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Αἴτια ταῦτα τοῦ τόκου καὶ τοῦ πότμου·
  2. τὸ πᾶν δ’ ἐρῶ σοι, τῶν βροτῶν σωτηρία.
  3. Τοιγὰρ τέθνηκεν, ὧν ἐχρῆν ἥκισθ’ ὕπο,
  4. εἰς δεσμά τ᾿ ἦλθε καὶ λόγους ἐμπαιγμάτων.
  5. Τοιαῦτα λαὸς ὁ πρὶν ἠγαπημένος
  6. εὐεργέτην ἔδρασε, θυμωθεὶς φθόνῳ·
  7. καὶ ταῦτα μὲν πέπονθεν οὗτος οὐκ ἄκων,
  8. ἃ δ᾿ αὐ παθεῖν δεῖ λαὸν, οὐ κρύψω κακά.
  9. λίπῃ πόλισμα, βαρβάροις εἰκὼν, ἄκων,
  10. δοῦλος, μέτοικος. Ἔστι γὰρ τὸ θέσφατον
  11. εἰς πᾶσαν αἶαν βαρβάρων ἀποτρέχειν,
  12. αίχμαῖς ἁλωτοὺς, πόλλ’ ἀνατλάντας κακά.
  13. Ἀναιρέταις γὰρ πᾶσιν αὐδᾷ παγγενῆ
  14. λιπεῖν πόλιν τήνδ’, ἀνοσίου μιάσματος
  15. δίκας τίνοντας τῷδ’, ὃν ἔκτειναν φθόνῳ,
  16. καὶ μηκέτ’ ἰδεῖν πατρίδ’· οὐ γὰρ εὐσεβὲς
  17. μένειν φονευτὰς ἐν τάφοις νεκρουμένων.
  18. Πόλεις δὲ πολλὰς εἰσαφίκωνται, ζυγὸν
  19. δούλειον ἀνέλκοντες οἱ δυσδαίμονες,
  20. αἰχμαῖς ἁλωτοί, χρησμὸς ὡς λέγει Θεοῦ,