Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. σοφὴν πρόνοιαν αἰτιῶμαι καὶ κρίσιν,
  2. δι’ ἧς ὁ πότμος τοῦ γένους λυθήσεται.
  3. Αὐτός θ’ ὁ χαμαίσυρτος ἐχθρὸς τοῦ γένους
  4. συντρίβεται νῦν, θανατοῦται, κτείνεται·
  5. κτανεῖ γὰρ αὐτὸν κἀντιπορθήσει γένος
  6. ὁ τῶν πόλων πάγκλυτος Ἰησοῦς Ἄναξ
  7. ποινάς ἀδελφῶν καὶ πατρὸς πρώτου λάβῃ,
  8. παλαιφάτου γέροντος, ὃς βροτῶν γένος
  9. ἔσπειρεν ἐν γῇ, λείμακος ῥιφεὶς ἄπο
  10. ἐξ ἀπάτης δράκοντος αἰολοσκόπου,
  11. πόλει δὲ θήσει τῇ μακαριωτάτη.
  12. Καὶ ταῦθ’ ὁ τοῦδε πότμος ἐξεργάζεται,
  13. καὶ τῶνδ’ ἕκητι καὶ βροτὸς πέφηνέ πως,
  14. φρικτῶν θ’ ὅδ’ ἀνὴρ θαυμάτων ὦπτο πλέως
  15. ἐς τόνδε κόσμον, ὧν σὺ πόλλ’ οὐκ ἀγνοεῖς·
  16. φανεὶς δ’ ἀνὴρ ἄριστος οἴχεται θανὼν,
  17. αὖθις δ’ ἀναστὰς καὶ Θεὸς γνωσθήσεται.
  18. Εἰ δ’ ἐν πόλοις ἦν, ἐσθλὸς ὢν ἐλάνθανε,
  19. ταῖς στρατιαῖς ὑμνούμενος μόναις ἄνω,
  20. σιγώμενον τε κῦδος εἶχεν ἐν πόλῳ.