Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος·
- τὸ παρὰ σοὶ γὰρ μὴ λιπὼν ποτὲ κλέος
- εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν·
- ἔθνη τε διδοῖς πάντ’ ἔχοντι πρὸς σέθεν·
- λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων
- ὑπερκρεμασθεὶς, αὐγε σαῖν χεροῖν νέμω.
- Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου
- κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ,
- μακάριος τοιάδε διειργασμένος.“
- Ὅδ᾿ αὗθις ἀφίησιν ὡς βροτῶν ὄπα
- δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ·
- „Καὶ πρὶν κλείσας νῦν ελεΐσω σε πλέον.“
- Ἐπεὶ δὲ μύσταις ταῦτ’ ἐνηχήθη ξένως,
- ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου
- πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο,
- ὃν οὐδ’ ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον
- ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἐγὼν,
- ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει·
- ὃς δὲ προσιὼν ὡς φίλος Διδασκάλῳ
- „Ῥαββὶ,“ προσειπὼν, „χαῖρ᾿,“ ἐφίλει δυστρόπως.