Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ὀλωλότα πρόβατα ποιμᾶναι θέλων
- καὶ συνθεσίας ἐκπερᾶναι πατράσι,
- μορφῇ συνάψας τοῦ Θεοῦ βροτῶν φύσιν.
- Σὲ γὰρ Πατὴρ γεννᾷ μὲν ἀρρεύστως ἀεί·
- ἐγὼ δ’ ἔτικτον σ᾿ αὖθις ἁγνεύουσ᾿
- μορφὴν λαβόντα πρὸς Θεοῦ βροτησίαν.
- Ἀλλ’ ἐγγενεῖς σῆς μητρὸς, οὓς ἥκιστ᾿ ἐχρῆν,
- θαυμαστὰ πολλὰ σφίσιν ἐξειργασμένον,
- ἄρρητ’ ἀμυήτοισιν εἰδέναι βροτοῖς,
- σωτῆρά σ’ οὐκ ἔφασκον ἐκφῦναι Θεοῦ,
- ἀλλά με νυμφευθεῖσαν ἐκ θνητοῦ τινὸς
- τεκεῖν σ’ ἐλήρουν καὶ γάμους ψευσαμένην
- λέχους ἁμάρτημ’ ἐς Θεὸν μ᾿ ἀναφέρειν·
- καὶ νῦν κτανεῖν σ’ ἔσπευσαν ἀνόμως φθόνῳ
- ἐχθροῦ σοφίσμαθ’, ὧν νιν οὕνεκα κτανὼν
- ἄλλων τε πάντων παγκάκων σοφισμάτων
- παύσεις στροβοῦντα κόσμον ἐν σοφίσμασι,
- καί μιν σιδηραῖς ἁρμόσας ἐν ἄρκυσι
- στήσεις κακοῦργον τῆς κακουργίας, Τέκνον.
- Σφᾶς δ’ αὖθις αὐτοὺς ἐκ χθονὸς τῆσδ’ ἐκβαλεῖς,