Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἄλλοις δὲ δώσεις καὶ πόλιν τε καὶ κράτος,
  2. ὡς συμβόλοις εἴρηκας ἤδη σοῖς φίλοις,
  3. ἐν οἷς χορεύσεις καὶ καταστήσεις τὰ σὰ
  4. μυστήρι’, ἵν᾿ ᾖς ἐμφανῶς Θεὸς βροτοῖς,
  5. ὡς ἐν πόλῳ ξύμπασιν· ἐς δ’ ἄλλην χθόνα,
  6. εὖ διαθεὶς τἀνθένδ’, ἀναστήσεις κράτος.
  7. Δεῖ γὰρ πόλιν τήνδ’ ἐκμαθεῖν, κεἰ μὴ θέλει,
  8. νῦν οὖσ’ ἀμαθὴς τῶν γε σῶν μυστηρίων,
  9. ἄλλην τε πᾶσαν γηγενῶν παροικίαν,
  10. ἣ θεομαχεῖ τὰ κατὰ σὲ σπονδῶν τ’ ἄπο
  11. ὠθεῖ σ’, ἐν εὐχαῖς δ’ οὐδαμοῦ μνείαν ἔχει·
  12. οὔπω γὰρ οἱ τάλανες ἔγνωσαν γόνον
  13. ἥκοντα Πατρός ἐκ πόλου πρὸς γῆν κάτω.
  14. Ὧν οὕνεκ᾿ αὐτοῖς δεῖξον, ὡς εἶ σὺ Θεὸς·
  15. δείξεις δὲ πάντως· ἢν δ’ Ἰουδαίων γένος
  16. ὀργῇ σὺν ὅπλοις ἐξάγειν χθονὸς θέλῃς
  17. ἄρδην, ἐλάσεις Αὐσόνων στρατηλατῶν,
  18. οὓς σφῶν ἀνάσσειν ᾑρετίσαντ᾿ ἀφρόνως,
  19. σὴν δεσποτείαν ὡς ἀπηγορευκότες,
  20. ἄνακτα τὸν Καίσαρ’ ἀνηγορευκότες.