Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ὅς ἐκ πέτρας ἔβλυσεν ὕδωρ πατράσι
- καὶ νῦν πέτρας ἔρρηξεν ᾐωρημένος
- νεκρῶν τε τάφους ἠνέῳξε δυνάμει.
- Στῶμεν δὲ μικρὸν, ὡς προσείπω τὸν νέκυν.
- οἴχῃ, ποθεινὸν Τέκνον, εἰς ᾄδου δόμους,
- κρύπτῃ δὲ κρύψιν, ἣν σὺ κρυβῆναι θέλεις,
- ἥκων ἐς ἀΐδαο πανζόφου στέγην,
- ᾄδῃ δὲ πικρότατον κέντρον ἐμβάλῃς·
- οἴχῃ νεκρῶν κευθμῶνα καὶ σκότου πύλας,
- θέλων φαειναί καὶ καταυγάσαι γένος
- Ἀδὰμ ἀναστῆσαί τε πατέρα βροτῶν,
- ὧν οὕνεκ’ εἶδος προσλαβὼν θνητὸν φέρεις,
- ἥκεις τ᾿ ἐς ᾄδου τὸν βαθύγνοφον σκότον,
- θανὼν πρὸς ἐχθρῶν, μητέρ’ ἀθλίαν λιπών·
- ἡ δ’ εὐμένεια τοῦ Πατρός σ’ ἀποκτενεῖ,
- ἣ τοῖσιν ἄλλοις γίνεται σωτηρία·
- τό τ’ ἐσθλὸν ὡς εἰς πότμον ἦλθε σοὶ Πατρός
- ὄδυρμα πικρὸν γῆ σε, Τέκνον. λαμβάνει,
- ἥκοντ’ ἐς ἀΐδαο πανζόφου πύλας,
- ᾄδῃ τὸ δριμύτατον ἐμβαλεῖν βέλος·