Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ὠ πένθος οἷον οἷον ἐκράνθη, Τέκνον·
  2. κοινὸν τόδ᾿ ἄχος πᾶσιν ἡγοῦμαι βροτοῖς,
  3. κοινὸν τόδ’ ἄχος πάντας ἀέλπτως φθάνει·
  4. φθάσοι δὲ καὶ πάγκοινον εἴθε χάρμα μοι·
ΙΩΣΗΦ.
  1. Ἕπεσθέ μοι, φέρωμεν ὄλβιον βάρος,
  2. ὃ πόλλ’ ἀνατλὰς μυρίοις αἰτήμασιν
  3. ἔσχον, τόδ’ εὑρὼν Κοιράνου δωρήματι,
  4. γυμνὸν, τρισύλῳ κείμενον ξύλῳ λαβών.
ΘΕΟΤΟΚΟΣ.
  1. Φεῦ φεῦ, πρὸς αὐτοῦ τοῦδε φωτὸς, ἀτρέμας
  2. χρωτὸς χεροῖν ἅπτεσθε τοῦ Θεοβρότου
  3. καὶ πρόσφορ’ αἴρεθ’, ἕλκετ᾿ αὖτε ξύντονα·
  4. ἰδοὺ γὰρ, ὡς ἔοικεν, ἐγγὺς καὶ τάφος.
  5. Ὤμοι, γυναῖκες, γῆς Γαλιλαίας τέκνα,
  6. ἤδη τέθειται καὶ καλύπτεται λίθῳ.
  7. Δεῦτ᾿ κοῦραι, καὶ κατιδοῦσαι νέκυν
  8. προσείπατ’ αὐτὸν καὶ προπέμψατε χθονὸς,
  9. ὡς οὔποτ’ ἄλλον τοῦ γένους ῥύστην, ἰώ·
  10. ὄψεσθε, καὶ μὴ ταῦτ᾿ Ἰουδαίοις
  11. χωρεῖτε χωρεῖτ’· οὐκέτι βλέπειν φέρω
  12. τάφῳ τεθέντα καὶ καλυφθέντ᾿ πέτρᾳ,