Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ὕβρις μὲν, ἥγ’ ἔσφηλε πάντων μητέρα
  2. καὶ πατέρα πρώτιστον, ὃς βροτῶν γένος
  3. ἔσπειρε κἀξήμησε κάλλιστον θέρος,
  4. τεκεῖν μ᾿ ἔθηκε παραδόξως σ’, ὦ Τέκνον,
  5. εὔδοξον, ὡς ἔδοξε σῷ Γεννήτορι,
  6. πρὶν ἢ γενέσθαι κἀμὲ καὶ πᾶσαν κτίσιν,
  7. κἀπείσ᾿ ἐτέχθην, Πατρός, οἶμαι, σοῦ κρίσει
  8. τρέφειν με πατὴρ οὐ βροτείαν ἐσχάραν
  9. μήτηρ τ’ ἔδωκεν ἱεροὺς ἀμφὶ δόμους,
  10. ἔνθ’ ἐκτραφεῖσαν χειρὸς ἀγγέλου ξένως
  11. εἰς καιρὸν ἀνδρὶ σώφρον’ ἐκδέδωκε με
  12. γερουσία ξύμπασα τηρεῖν ἐννόμως,
  13. οὐκ ἀθεεὶ καὶ τοῦτο, θείᾳ δὲ κρίσει,
  14. ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω
  15. καὶ παιδαγωγὸν Παιδὸς, οὗ γονῆς ξένος.
  16. Μένω γὰρ αὖθις παρθένος τεκοῦσά σε
  17. αὐτή θ’ ἑαυτὴν οἶδ’, ὅπως ἁγνὴ μένω,
  18. σύ τ’ αὐτὸς οἶδας, ὡς τὰ πάντ’ εἰδὼς σαφῶς.
  19. Σοῦ δ’ ἐξ ἐμοῦ τεχθέντος, ἐκ Πατρός Θεοῦ,
  20. οὐκ εὐπρεπεῖς ἔθεντο πολλοί μοι λόγους,