Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- προσειχόμην θ’ ὡς κισσὸς ἔρνεσι δρυός·
- Ὦ φίλον ὄμμα, φίλτατον δἐ μοι
- καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνου·
- Ὦ γλυκυτάτη προσβολὴ τῶν
- Ὦ θέσκελος χρὼς πνεῦμά θ’ ἥδιστον τέκνου·
- Ὦ θεῖον ὀδμῆς ἆσθμα· καὶ γὰρ ἐν
- οὖσ’ ᾐσθόμην σου κἀνεκουφίσθην κέαρ.
- Τί σ’ ὧδ’ ἀτίμως ἠθέλησας τεθνάναι;
- τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν
- τέθεικας; Οἴμοι, συνθάνοιμί σοι. Τέκνον·
- θανεῖν με κρεῖττον ἢ θανόντα σε βλέπειν
- Πῶς ἐξ ἀναύδου καὶ μύσαντός ὄμματος
- ἕξω παρηγόρημα; πῶς δ’ οἴσω μένειν.,
- Ὦ χρωτὸς ἡδὺ πνεῦμα· μάτην ἄρα
- ἔθρεψε, Τέκνον, μαζὸς οὑμὸς σπαργάνοις,.
- μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις
- ἀρχῆς ἄκρης σῶν ξένων γενεθλίων;
- Ἠ πολλὰ μὲν ζῶν, πολλὰ δ’ εἰς ᾄδου μολὼν,
- Παγκράτορος Παῖ, τῆς ἐμῆς ἥψω φρενός.
- Εκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν.