Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- πᾶσαν τρέμουσαν εἰσορῶντες τὴν κτίσιν,
- ἀλλ’ ἐστὲ θήρᾳ τοῦ φόνου γαυρούμενοι.
- κακῶς πέπρακται πανταχοῦ, τὶς ἀντερεῖ;
- Ἅπας δ’ ἀληθῶς ὁ βροτῶν λυπρὸς βίος·
- στέργουσι δ’ αὐτὸν συμφοραῖς νικώμενοι.
- Σοὶ δ’ οὐχ ὅμοιον ἄλγος ἀνθρώποις, κόρη,
- κἂν οὐ μόνη σὺ σοῦ δ’ ἀπεζύγης τέκνου.
- Οὐ γὰρ ὅμοιος σὸς τόκος καὶ τοῦ
- ὅμως δὲ πάντα τλησικαρδίως φέρειν
- τανῦν προσήκει κάρτα τ’ αὖ πεποιθέναι.
- Αἲ αἰ·
- Δέδορκά τινα τῶν ἀλαστόρων, κόραι,
- οἱ συνέτριψαν τῶν μιαιφόνων σκέλη,
- κατευθύνοντα Παιδὸς εἰς ἧπαρ δόρυ.
- Δέδοικα δ’ αὐτὸν, μή τι βουλεύσῃ νέον
- καὶ δευτέραν μοι συμφορὰν δράσῃ πάλιν,
- Παῖδ’ ἢν ἴδοιμι καὶ νέκυν ὑβρισμένον.
- Ἰώ μοί μοι·
- Θέαμα δεινὸν ὄμμασι βλέπω νέον.
- Κατίδετ᾿ ἴδεθ᾿ αἷμα νυγέντος νεκροῦ,