Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἔως ἴδοιμι ζῶντα τὸν τανῦν νέκυν.
- Δέσποινα κούρη, χρή σε συγγνώμην ἔχειν.
- εἴ τις ὑφ’ ἥβης σπλάγχνον εὔτονον φέρων
- μάταια βάζει, μὴ δόκει τούτων κλύειν·
- σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν.
- Αἲ αἴ·
- Ἔτλην μεγάλων ἄξια θρήνων ἐγώ.
- Ὠ πένθος οὐ μετρητὸν οὐδ’ οἷόν τ᾿ ἰδεῖν.
- Φόνον ταλαίναις χερσὶν ἐξειργασạένοι,
- τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
- εἰς θρῆνον, εἰς δάκρυα· καγκαλὴς ἀγὼν
- ἐν αἵμασι στάζουσαν εἰσφέρειν χέρα.
- Φεῦ φεῦ· φρονήσαντες μὲν, οἷ’ ἔδράσατε,
- ἀλγήσατ᾿ ἄλγος δεινόν· εἰ δ’ ἔως τέλους
- ἐν τῷδ’ ἀεὶ μενεῖτ’, ἐν ᾧ καθέστατε,
- οὐκ εὐτυχοῦντες δόξετ’ οὐχὶ δυστυχεῖν,
- ἀλλ’ οὐκ, ἐγᾦμαι, ταῦτ’ ἀνατὶ παρίῃ.
- Τί γὰρ καλόν; τί δ’ ἀσεβῶς τῶνδ’ οὐκ ἔχει;
- Ὄλοισθ’ ὄλοισθε, στυγεροὶ μιαιφόνοι,
- οἱ Δεσπότην κτανόντες οὐ φροντίζετε,