Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Εἴθ᾿ ὤφελ’ ἐν λειμῶνι μηδ’ ἕρπειν ὄφις,
  2. μηδ’ ἐν νάπαισι τοῦδ’ ὑφεδρεύειν δράκων
  3. ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φῦμα,
  4. μήτηρ γένους δύστηνος ἠπατημένη,
  5. τόλμημα τολμᾶν παντάτολμον ἀνέτλη,
  6. ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη,
  7. θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν,
  8. οὐδ’ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν
  9. τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι
  10. λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου,
  11. λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον,
  12. μήτηρ τέκνων τ’ ἤκουσεν ἐκ δυσκοιτίας
  13. μογοστοκοῦσ’ ὠδῖσί τ’ ἐμπαρειμένη
  14. ἱδρῶτ’ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν
  15. σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης,
  16. ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις,
  17. διαδοχάς τε παραπέμπειν τῷ βίῳ
  18. διαλλαγάς τ’ ἐντεῦθεν εὑρεῖν ἐξόχους,
  19. οὐδ’ ἂν γένος τ’ ὄλωλεν ἀνθρώπων ἅπαν,
  20. καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως