Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν
  2. τοῦ μητέρ’ αὐτὴν τοῦ Λόγου χρηματίσαι
  3. καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως·
  4. εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ,
  5. οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον·
  6. κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ,
  7. μηδ’ ἡ φθορά τ’ εἰσῆλθε θηρὸς ἀπάτῃ,
  8. καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει,
  9. ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ,
  10. οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόρον
  11. τὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον,
  12. ἀφθαρτίσοντα τὸ φθαρὲν φιλαγάθως
  13. καὶ ζωοποιήσοντα τὸ βροτῶν γένος·
  14. μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου
  15. ἥδ’ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου
  16. καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ’ ἀδίκως
  17. θρηνοῦσ’ ἀνηλάλαζε τετρυχωμένη.
  18. Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε·
  19. μήτηρ πάναγνος, παρθένος μύστης, κόραι
  20. αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.