Anacephalaeosis [Sp.]
Epiphanius
Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.
τὰ πάντα ἔχοντες ἴσα Ἰουδαίων , πλὴν τοῦ βδελύττεσθαι τὰ ἔθνη καὶ μήτε προσψαύειν τινῶν καὶ πλὴν τοῦ ἀρνεῖσθαι νεκρῶν ἀνάστασιν καὶ τὰς ἄλλας [*](PXIII) προφητείας τὰς μετὰ Μωυσέα.
Σαμαρειτῶν ἔθνη τέσσαρα·
ιݲ. Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Σεβουαίους.
ιݲαݲ. Σεβουαῖοι, διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.
ιݲβݲ. Ἐσσηνοί, μηδ’ ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.