Anacephalaeosis [Sp.]
Epiphanius
Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.
ιݲγݲ. Δοσίθεοι, τοῖς αὐτοῖς ἔθεσιν οἷς καὶ Σαμαρεῖται ἐμπολι- τευόμενοι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις, χρώμενοί τε τῇ πεντατεύχῳ, περιττότερον δὲ τῶν ἄλλων φυλάττοντες τὸ ἀπέχεσθαι ἐμψύχων καὶ ἐν νηστείαις δὲ συνεχέστατα βιοῦντες.
ἔχουσι δὲ [*](G U M anaceph. 1 τοῦ ὄντος παντὸς M 5 Ἐπικούριοι M | ἀτόμους M | ἀμερῆ] μέρη M | vor ὁμοιομερῆ + καὶ anaceph. 6 εἶναι < anaceph. 7 καὶ < G πραγματα] τὰ πάντα anaceph. 11 μετὰ δὲ τὸ *] μετὰ δὲ τοῦ GUM anaceph. 15 αὐτοῖς] αὐτοὺς M 16 ἴσα] εἰσιν G U 19 τὰς < anaceph. | anaceph. Μωσέα M 20 Σαμαρειτῶν + δὲ IT 21 Γορθηνοί U | vor ἄλλοις + ἐν U 22 Σεβουαίους] Ἑβραίους U 23 Σεβουαῖοι + οἱ U 24 Γορθηνοὺς U 26 ἑορτάζοντες anaceph. 27 Δωσίθεοι GM | ἤθεσιν M | olg καὶ anaceph.] οἶα δὴ GUM 28 f χρώμενοι, τῇ τε πεντατεύχῳ anaceph. 30 καὶ < anaceph. | δὲ] τε M | βιοῦν)
ιݲδݲ. Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἠσαν καὶ δευτερωταὶ παρα- δόσεων τῶν παρ᾿ αὐτοῖς πρεσβυτέρων, τῇ περιττοτέρᾳ ἐθελοθφῃσκείᾳ ἔθη φυλάττοντες ἃ οὐ διὰ τοῦ νόμου μεμαθήκασιν, ἀλλ᾿ ἑαυτοῖς ἐτύπωσαν, σεβάσματα δικαιώματος τῆς νομοθεσίας.
ιݲεݲ. Φαρισαῖοι, ἑρμηνευόμενοι ἀφωρισμένοι, οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι· παρ᾿ οἷς καὶ νεκρῶν ἀνάστασις ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις, πολιτεία τε διάφορος, ἐγκράτεια ἕως χρόνου καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ζεστῶν καθαρισμοὶ καὶ πινάκων καὶ ποτηρίων, ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι,