Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

νݲζݲ. Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχε τῆς Ἀσίας. ἐπάρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις τισὶν υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξε, τὸν αὐτὸν εἶναι <λέγων> πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.

ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωυσέα καὶ τὸν αὐτοῦ ἀδελφὸν ἔλεγεν εἶναι τὸν Ἀαρών.

νݲηݲ. Οὐαλήσιοι. οὗτοι, καθὼς ὑπειλήφαμεν, [οἱ] τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν Ἀραβίας τῆς Φιλαδελφίας, οἱ τοὺς παρατυγχάνοντας | καὶ ἐπιξενουμένους παρ’ αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους [*](P 398) δὲ καὶ αὐτῶν εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι.