Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

νݲδݲ. Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως τοῦ ἀπὸ Βυζαντίου. οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ γέγονεν ἄκρος, ἅμα δὲ ἄλλοις ὤν ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος ἐκπεσὼν καὶ ἐκείνων μαρτυρησάντων διὰ τὸ ὀνειδίζεσθαι ἐπινοήσας ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστόν, ἵνα μὴ ὑπὸ ἔγκλημα γένηται θεὸν ἀρνησάμενος, οὕτως ἐδίδαξεν.

νݲεݲ. Μελχισεδεκιανοί, οἱ τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες καὶ μὴ ἄνθρωπον ψιλὸν καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν τε καὶ λέγειν τετολμηκότες.

νݲςݲ. Βαρδησιανισταί. Βαρδησιάνης οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο, τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πισιτως ὑπάρχων καὶ ἐν σοφίᾳ [*](Μ U anaceph.) [*](1 ἤτοι 2] ἤ anaceph. 2 ἅμα <U | ἀγρυπνοῦντες + ἑορτάζουσιν U 3 ἀφ’ M U 4 ἐν αὐτῷ + <κηρυχθέντα>?* 7 παρὰ δέ τισιν] ἀπό τινος U | Ἀδακοῦντες + οἱ U 15 τοῦ <anaceph. | oὗ ἔτι] οὕς τῆ Μ 16 ὑπῆρχον *] ὑπῆρχεν Μ anaceph. ὡρμᾶτο U | vor Mαρθάνα + ἡ Μ | Μαρθάνα *] Μαρθίνη Μ U anaceph. 17 τῶν Ἑβιωναίων Μ U 18 ἔχουσιν Jül.] ἔχοντες Μ U anaceph. ἐπενόησε anaceph. | λέγειν <Μ |τόν <Μ 27 τε καὶ λέγειν <anaceph. 28 Bαρδησιανὸς U)

213
διαπρέπων, ἐκκλίνας δὲ τῆς ἀληθείας παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισε, χωρὶς ἐνίων ὀλίγων <περὶ> ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον.